New Advent
 Home   Encyclopedia   Summa   Fathers   Bible   Library 
 A  B  C  D  E  F  G  H  I  J  K  L  M  N  O  P  Q  R  S  T  U  V  W  X  Y  Z 
OLD TESTAMENT NEW TESTAMENT
The
7 Books
Old Testament
History
Wisdom
Books
Major
Prophets
Minor
Prophets
NT
History
Epistles of
St. Paul
General
Writings
Genesis
Exodus
Leviticus
Numbers
Deuter.
Joshua
Judges
Ruth
1 Samuel
2 Samuel
1 Kings
2 Kings
1 Chron.
2 Chron.
Ezra
Nehem.
Tobit
Judith
Esther
1 Macc.
2 Macc.
Job
Psalms
Proverbs
Eccles.
Songs
Wisdom
Sirach
Isaiah
Jeremiah
Lament.
Baruch
Ezekiel
Daniel
Hosea
Joel
Amos
Obadiah
Jonah
Micah
Nahum
Habakkuk
Zephaniah
Haggai
Zechariah
Malachi
Matthew
Mark
Luke
John
Acts
Romans
1 Corinth.
2 Corinth.
Galatians
Ephesians
Philippians
Colossians
1 Thess.
2 Thess.
1 Timothy
2 Timothy
Titus
Philemon
Hebrews
James
1 Peter
2 Peter
1 John
2 John
3 John
Jude
Revelation
 

1 Maccabees 14

 
« 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 »
1 καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύθη εἰς Μηδίαν τοῦ ἐπισπάσασθαι βοήθειαν ἑαυτῷ ὅπως πολεμήσῃ τὸν Τρύφωνα 2 καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι εἰσῆλθεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα 3 καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ 4 καὶ ἡσύχασεν ἡ γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας 5 καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβεν τὴν Ιοππην εἰς λιμένα καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης 6 καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔθνει αὐτοῦ καὶ ἐκράτησεν τῆς χώρας 7 καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιθσουρων καὶ τῆς ἄκρας καὶ ἐξῆρεν τὰς ἀκαθαρσίας ἐξ αὐτῆς καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ 8 καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ' εἰρήνης καὶ ἡ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν 9 πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου 10 ταῖς πόλεσιν ἐχορήγησεν βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς 11 ἐποίησεν εἰρήνην ἐπὶ τῆς γῆς καὶ εὐφράνθη Ισραηλ εὐφροσύνην μεγάλην 12 καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς 13 καὶ ἐξέλιπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις 14 καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ τὸν νόμον ἐξεζήτησεν καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν 15 τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων 1 In the year one hundred and seventy-two King Demetrius assembled his army, and went into Media to get him succours to fight against Tryphon. 2 And Arsaces, the king of Persia and Media, heard that Demetrius was entered within his borders, and he sent one of his princes to take him alive, and bring him to him. 3 And he went, and defeated the army of Demetrius: and took him, and brought him to Arsaces, and he put him into custody. 4 And all the land of Juda was at rest all the days of Simon, and he sought the good of his nation: and his power, and his glory pleased them well all his days. 5 And with all his glory he took Joppe for a haven, and made an entrance to the isles of the sea. 6 And he enlarged the bounds of his nation, and made himself master of the country. 7 And he gathered together a great number of captives, and had the dominion of Gazara, and of Bethsura, and of the castle: and took away all uncleanness out of it, and there was none that resisted him. 8 And every man tilled his land with peace, and the land of Juda yielded her increase, and the trees of the fields their fruit. 9 The ancient men sat all in the streets, and treated together of the good things of the land, and the young men put on them glory, and the robes of war. 10 And he provided victuals for the cities, and he appointed that they should be furnished with ammunition, so that the fame of his glory was renowned even to the end of the earth. 11 He made peace in the land, and Israel rejoiced with great joy. 12 And every man sat under his vine, and under his fig tree: and there was none to make them afraid. 13 There was none left in the land to fight against them: kings were discomfited in those days. 14 And he strengthened all those of his people that were brought low, and he sought the law, and took away every unjust and wicked man. 15 He glorified the sanctuary, and multiplied the vessels of the holy places. 1 Anno centesimo septuagesimo secundo, congregavit rex Demetrius exercitum suum, et abiit in Mediam ad contrahenda sibi auxilia, ut expugnaret Tryphonem. 2 Et audivit Arsaces rex Persidis et Mediæ, quia intravit Demetrius confines suos : et misit unum de principibus suis ut comprehenderet eum vivum, et adduceret eum ad se. 3 Et abiit, et percussit castra Demetrii : et comprehendit eum, et duxit eum ad Arsacem, et posuit eum in custodiam. 4 Et siluit omnis terra Juda omnibus diebus Simonis, et quæsivit bona genti suæ : et placuit illis potestas ejus et gloria ejus omnibus diebus. 5 Et cum omni gloria sua accepit Joppen in portum, et fecit introitum in insulis maris. 6 Et dilatavit fines gentis suæ, et obtinuit regionem. 7 Et congregavit captivitatem multam, et dominatus est Gazaræ, et Bethsuræ, et arci : et abstulit immunditias ex ea, et non erat qui resisteret ei. 8 Et unusquisque colebat terram suam cum pace : et terra Juda dabat fructus suos, et ligna camporum fructum suum. 9 Seniores in plateis sedebant omnes, et de bonis terræ tractabant, et juvenes induebant se gloriam, et stolas belli. 10 Et civitatibus tribuebat alimonias, et constituebat eas ut essent vasa munitionis quoadusque nominatum est nomen gloriæ ejus usque ad extremum terræ. 11 Fecit pacem super terram, et lætatus est Israël lætitia magna. 12 Et sedit unusquisque sub vite sua, et sub ficulnea sua : et non erat qui eos terreret. 13 Defecit impugnans eos super terram : reges contriti sunt in diebus illis. 14 Et confirmavit omnes humiles populi sui, et legem exquisivit, et abstulit omnem iniquum et malum: 15 sancta glorificavit, et multiplicavit vasa sanctorum.
16 καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης καὶ ἐλυπήθησαν σφόδρα 17 ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ' αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ 18 ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτοῦ 19 καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ 20 καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σιμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσιν καὶ τῷ λοιπῷ δήμῳ τῶν Ιουδαίων ἀδελφοῖς χαίρειν 21 οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς καὶ ηὐφράνθημεν ἐπὶ τῇ ἐφόδῳ αὐτῶν 22 καὶ ἀνεγράψαμεν τὰ ὑπ' αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσονος πρεσβευταὶ Ιουδαίων ἦλθον πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν 23 καὶ ἤρεσεν τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τῷ δήμῳ βιβλίοις τοῦ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σπαρτιατῶν τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ 24 μετὰ ταῦτα ἀπέστειλεν Σιμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκὴν μνῶν χιλίων εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν 25 ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων εἶπαν τίνα χάριν ἀποδώσομεν Σιμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ 26 ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἐπολέμησεν τοὺς ἐχθροὺς Ισραηλ ἀπ' αὐτῶν καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιων 27 καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς ὀκτωκαιδεκάτῃ Ελουλ ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου ἐν ασαραμελ 28 ἐπὶ συναγωγῆς μεγάλης ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔθνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν 29 ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ Σιμων δὲ υἱὸς Ματταθιου ἱερεὺς τῶν υἱῶν Ιωαριβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν αὑτοὺς τῷ κινδύνῳ καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν 30 καὶ ἤθροισεν Ιωναθαν τὸ ἔθνος αὐτῶν καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεὺς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ 31 καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν 32 τότε ἀντέστη Σιμων καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ καὶ ἐδαπάνησεν χρήματα πολλὰ τῶν ἑαυτοῦ καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς ὀψώνια 33 καὶ ὠχύρωσεν τὰς πόλεις τῆς Ιουδαίας καὶ τὴν Βαιθσουραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ιουδαίας οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ιουδαίους 34 καὶ Ιοππην ὠχύρωσεν τὴν ἐπὶ τῆς θαλάσσης καὶ τὴν Γαζαραν τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου ἐν ᾗ ᾤκουν οἱ πολέμιοι τὸ πρότερον καὶ κατῴκισεν ἐκεῖ Ιουδαίους καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τῇ τούτων ἐπανορθώσει ἔθετο ἐν αὐτοῖς 35 καὶ εἶδεν ὁ λαὸς τὴν πίστιν τοῦ Σιμωνος καὶ τὴν δόξαν ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ καὶ ἔθεντο αὐτὸν ἡγούμενον αὐτῶν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν ἣν συνετήρησεν τῷ ἔθνει αὐτοῦ καὶ ἐξεζήτησεν παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ 36 καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐοδώθη ἐν ταῖς χερσὶν αὐτοῦ τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν καὶ τοὺς ἐν τῇ πόλει Δαυιδ τοὺς ἐν Ιερουσαλημ οἳ ἐποίησαν αὑτοῖς ἄκραν ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ 37 καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ιουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως καὶ ὕψωσεν τὰ τείχη τῆς Ιερουσαλημ 38 καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα 39 καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ 40 ἤκουσεν γὰρ ὅτι προσηγόρευνται οἱ Ιουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοί καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σιμωνος ἐνδόξως 41 καὶ ὅτι οἱ Ιουδαῖοι καὶ οἱ ἱερεῖς εὐδόκησαν τοῦ εἶναι αὐτῶν Σιμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα ἕως τοῦ ἀναστῆναι προφήτην πιστὸν 42 καὶ τοῦ εἶναι ἐπ' αὐτῶν στρατηγόν καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καθιστάναι δι' αὐτοῦ ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων 43 καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καὶ ὅπως ἀκούηται ὑπὸ πάντων καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορῇ 44 καὶ οὐκ ἐξέσται οὐθενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ' αὐτοῦ ῥηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν 45 ὃς δ' ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων ἔνοχος ἔσται 46 καὶ εὐδόκησεν πᾶς ὁ λαὸς θέσθαι Σιμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους 47 καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ιουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων 48 καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ 49 τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ ὅπως ἔχῃ Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ 16 And it was heard at Rome, and as far as Sparta, that Jonathan was dead: and they were very sorry. 17 But when they heard that Simon, his brother, was made high priest in his place, and was possessed of all the country, and the cities therein: 18 They wrote to him in tables of brass, to renew the friendship and alliance which they had made with Judas and with Jonathan, his brethren. 19 And they were read before the assembly in Jerusalem. And this is the copy of the letters that the Spartans sent. 20 The princes and the cities of the Spartans, to Simon, the high priest, and to the ancients, and the priests, and the rest of the people of the Jews, their brethren, greeting. 21 The ambassadors that were sent to our people, have told us of your glory, and honour, and joy: and we rejoiced at their coming. 22 And we registered what was said by them in the councils of the people, in this manner: Numenius, the son of Antiochus, and Antipater, the son of Jason, ambassadors of the Jews, came to us to renew the former friendship with us. 23 And it pleased the people to receive the men honourably, and to put a copy of their words in the public records, to be a memorial to the people of the Spartans. And we have written a copy of them to Simon, the high priest. 24 And after this Simon sent Numenius to Rome, with a great shield of gold, of the weight of a thousand pounds, to confirm the league with them. And when the people of Rome had heard 25 these words, they said: What thanks shall we give to Simon, and his sons: 26 For he has restored his brethren, and has driven away in fight the enemies of Israel from them: and they decreed him liberty, and registered it in tables of brass, and set it upon pillars in mount Sion. 27 And this is a copy of the writing. The eighteenth day of the month Elul, in the year one hundred and seventy-two, being the third year under Simon, the high priest, at Asaramel, 28 in a great assembly of the priests, and of the people, and the princes of the nation, and the ancients of the country, these things were notified: Forasmuch as there have often been wars in our country, 29 and Simon, the son of Mathathias, of the children of Jarib, and his brethren, have put themselves in danger, and resisted the enemies of their nation, for the maintenance of their holy places, and the law: and have raised their nation to great glory. 30 And Jonathan gathered together his nation, and was made their high priest, and he was laid to his people. 31 And their enemies desired to tread down and destroy their country, and to stretch forth their hands against their holy places. 32 Then Simon resisted and fought for his nation, and laid out much of his money, and armed the valiant men of his nation, and gave them wages. 33 And he fortified the cities of Judea and Bethsura that lies in the borders of Judea, where the armour of the enemies was before: and he placed there a garrison of Jews. 34 And he fortified Joppe, which lies by the sea: and Gazara, which borders upon Azotus, wherein the enemies dwelt before, and he placed Jews here: and furnished them with all things convenient for their reparation. 35 And the people seeing the acts of Simon, and to what glory he meant to bring his nation, made him their prince and high priest, because he had done all these things, and for the justice and faith which he kept to his nation, and for that he sought by all means to advance his people. 36 And in his days things prospered in his hands, so that the heathens were taken away out of their country, and they also that were in the city of David, in Jerusalem, in the castle, out of which they issued forth, and profaned all places round about the sanctuary, and did much evil to its purity. 37 And he placed therein Jews for the defence of the country, and of the city, and he raised up the walls of Jerusalem. 38 And King Demetrius confirmed him in the high priesthood. 39 According to these things he made him his friend, and glorified him with great glory. 40 For he had heard that the Romans had called the Jews their friends, and confederates, and brethren, and that they had received Simon's ambassadors with honour: 41 And that the Jews, and their priests, had consented that he should be their prince and high priest for ever, till there should arise a faithful prophet: 42 And that he should be chief over them, and that he should have the charge of the sanctuary, and that he should appoint rulers over their works, and over the country, and over the armour, and over the strong holds; 43 and that he should have care of the holy places; and that he should be obeyed by all, and that all the writings in the country should be made in his name; and that he should be clothed with purple and gold: 44 And that it should not be lawful for any of the people, or of the priests, to disannul any of these things, or to gainsay his words, or to call together an assembly in the country without him: or to be clothed with purple, or to wear a buckle of gold. 45 And whosoever shall do otherwise, or shall make void any of these things, shall be punished. 46 And it pleased all the people to establish Simon, and to do according to these words. 47 And Simon accepted thereof, and was well pleased to execute the office of the high priesthood, and to be captain, and prince of the nation of the Jews, and of the priests, and to be chief over all. 48 And they commanded that this writing should be put in tables of brass, and that they should be set up within the compass of the sanctuary, in a conspicuous place: 49 And that a copy thereof should be put in the treasury, that Simon, and his sons, may have it. 16 Et auditum est Romæ quia defunctus esset Jonathas, et usque in Spartiatas : et contristati sunt valde. 17 Ut audierunt autem quod Simon frater ejus factus esset summus sacerdos loco ejus, et ipse obtineret omnem regionem, et civitates in ea, 18 scripserunt ad eum in tabulis æreis, ut renovarent amicitias et societatem quam fecerant cum Juda et cum Jonatha, fratribus ejus. 19 Et lectæ sunt in conspectu ecclesiæ in Jerusalem. Et hoc exemplum epistolarum, quas Spartiatæ miserunt: 20 Spartianorum principes et civitates, Simoni sacerdoti magno, et senioribus, et sacerdotibus, et reliquo populo Judæorum, fratribus, salutem. 21 Legati, qui missi sunt ad populum nostrum, nuntiaverunt nobis de vestra gloria, et honore, ac lætitia : et gavisi sumus in introitu eorum. 22 Et scripsimus quæ ab eis erant dicta in conciliis populi, sic : Numenius Antiochi, et Antipater Jasonis filius, legati Judæorum, venerunt ad nos, renovantes nobiscum amicitiam pristinam. 23 Et placuit populo excipere viros gloriose, et ponere exemplum sermonum eorum in segregatis populi libris, ut sit ad memoriam populo Spartiatarum. Exemplum autem horum scripsimus Simoni magno sacerdoti. 24 Post hæc autem misit Simon Numenium Romam, habentem clypeum aureum magnum, pondo mnarum mille, ad statuendam cum eis societatem. Cum autem audisset populus Romanus 25 sermones istos, dixerunt : Quam gratiarum actionem reddemus Simoni, et filiis ejus? 26 restituit enim ipse fratres suos, et expugnavit inimicos Israël ab eis, et statuerunt ei libertatem, et descripserunt in tabulis æreis, et posuerunt in titulis in monte Sion. 27 Et hoc est exemplum scripturæ : Octavadecima die mensis Elul, anno centesimo septuagesimo secundo, anno tertio sub Simone sacerdote magno in Asaramel, 28 in conventu magno sacerdotum, et populi, et principum gentis, et seniorum regionis, nota facta sunt hæc : quoniam frequenter facta sunt prælia in regione nostra, 29 Simon autem Mathathiæ filius, ex filiis Jarib, et fratres ejus, dederunt se periculo, et restiterunt adversariis gentis suæ, ut starent sancta ipsorum, et lex : et gloria magna glorificaverunt gentem suam. 30 Et congregavit Jonathas gentem suam, et factus est illis sacerdos magnus, et appositus est ad populum suum. 31 Et voluerunt inimici eorum calcare et atterere regionem ipsorum, et extendere manus in sancta eorum. 32 Tunc restitit Simon, et pugnavit pro gente sua, et erogavit pecunias multas, et armavit viros virtutis gentis suæ, et dedit illis stipendia: 33 et munivit civitates Judææ, et Bethsuram, quæ erat in finibus Judææ, ubi erant arma hostium antea : et posuit illic præsidium viros Judæos. 34 Et Joppen munivit, quæ erat ad mare, et Gazaram, quæ est in finibus Azoti, in qua hostes antea habitabant : et collocavit illic Judæos, et quæcumque apta erant ad correptionem eorum, posuit in eis. 35 Et vidit populus actum Simonis, et gloriam quam cogitabat facere genti suæ, et posuerunt eum ducem suum, et principem sacerdotum, eo quod ipse fecerat hæc omnia, et justitiam, et fidem, quam conservavit genti suæ, et exquisivit omni modo exaltare populum suum. 36 Et in diebus ejus prosperatum est in manibus ejus, ut tollerentur gentes de regione ipsorum, et qui in civitate David erant, in Jerusalem in arce, de qua procedebant, et contaminabant omnia quæ in circuitu sanctorum sunt, et inferebant plagam magnam castitati: 37 et collocavit in ea viros Judæos ad tutamentum regionis, et civitatis, et exaltavit muros Jerusalem. 38 Et rex Demetrius statuit illi summum sacerdotium. 39 Secundum hæc fecit eum amicum suum, et glorificavit eum gloria magna. 40 Audivit enim quod appellati sunt Judæi a Romanis amici, et socii, et fratres, et quia susceperunt legatos Simonis gloriose, 41 et quia Judæi et sacerdotes eorum consenserunt eum esse ducem suum, et summum sacerdotem in æternum, donec surgat propheta fidelis: 42 et ut sit super eos dux, et ut cura esset illi pro sanctis, et ut constitueret præpositos super opera eorum, et super regionem, et super arma, et super præsidia: 43 et cura sit illi de sanctis : et ut audiatur ab omnibus, et scribantur in nomine ejus omnes conscriptiones in regione : et ut operiatur purpura et auro: 44 et ne liceat ulli ex populo et ex sacerdotibus irritum facere aliquid horum, et contradicere his quæ ab eo dicuntur, aut convocare conventum in regione sine ipso, et vestiri purpura, et uti fibula aurea: 45 qui autem fecerit extra hæc, aut irritum fecerit aliquid horum, reus erit. 46 Et complacuit omni populo statuere Simonem, et facere secundum verba ista. 47 Et suscepit Simon, et placuit ei ut summo sacerdotio fungeretur, et esset dux et princeps gentis Judæorum, et sacerdotum, et præesset omnibus. 48 Et scripturam istam dixerunt ponere in tabulis æreis, et ponere eas in peribolo sanctorum, in loco celebri: 49 exemplum autem eorum ponere in ærario, ut habeat Simon, et filii ejus.
 PreviousNext 

Copyright © 2009 by Kevin Knight. Dedicated to the Immaculate Heart of Mary.