| OLD TESTAMENT | NEW TESTAMENT | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| The 7 Books | Old Testament History | Wisdom Books | Major Prophets | Minor Prophets | NT History | Epistles of St. Paul | General Writings | |||
| Genesis Exodus Leviticus Numbers Deuter. Joshua Judges | Ruth 1 Samuel 2 Samuel 1 Kings 2 Kings 1 Chron. 2 Chron. | Ezra Nehem. Tobit Judith Esther 1 Macc. 2 Macc. | Job Psalms Proverbs Eccles. Songs Wisdom Sirach | Isaiah Jeremiah Lament. Baruch Ezekiel Daniel | Hosea Joel Amos Obadiah Jonah Micah | Nahum Habakkuk Zephaniah Haggai Zechariah Malachi | Matthew Mark Luke John Acts | Romans 1 Corinth. 2 Corinth. Galatians Ephesians Philippians Colossians | 1 Thess. 2 Thess. 1 Timothy 2 Timothy Titus Philemon Hebrews | James 1 Peter 2 Peter 1 John 2 John 3 John Jude Revelation |
| 1 καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ ἐβασίλευσεν Εζεκιας υἱὸς Αχαζ βασιλέως Ιουδα 2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αβου θυγάτηρ Ζαχαριου 3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτοῦ 4 αὐτὸς ἐξῆρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησεν Μωυσῆς ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ισραηλ θυμιῶντες αὐτῷ καὶ ἐκάλεσεν αὐτὸν Νεεσθαν 5 ἐν κυρίῳ θεῷ Ισραηλ ἤλπισεν καὶ μετ' αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ιουδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ 6 καὶ ἐκολλήθη τῷ κυρίῳ οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐνετείλατο Μωυσῇ 7 καὶ ἦν κύριος μετ' αὐτοῦ ἐν πᾶσιν οἷς ἐποίει συνῆκεν καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ 8 αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς 9 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Εζεκια αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ ἀνέβη Σαλαμανασσαρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ' αὐτήν 10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Εζεκια αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ωσηε βασιλεῖ Ισραηλ καὶ συνελήμφθη Σαμάρεια 11 καὶ ἀπῴκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμῷ Γωζαν καὶ Ορη Μήδων 12 ἀνθ' ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος κυρίου καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν | 1 In the third year of Osee, the son of Ela, king of Israel, reigned Ezechias, the son of Achaz, king of Juda. 2 He was five and twenty years old when he began to reign: and he reigned nine and twenty years in Jerusalem: the name of his mother was Abi, the daughter of Zacharias. 3 And he did that which was good before the Lord, according to all that David, his father, had done: 4 He destroyed the high places, and broke the statues in pieces, and cut down the groves, and broke the brazen serpent, which Moses had made: for till that time the children of Israel burnt incense to it: and he called its name Nohestan. 5 He trusted in the Lord, the God of Israel: so that after him there was none like him among all the kings of Juda, nor any of them that were before him: 6 And he stuck to the Lord, and departed not from his steps, but kept his commandments, which the Lord commanded Moses. 7 Wherefore the Lord also was with him, and in all things, to which he went forth, he behaved himself wisely. And he rebelled against the king of the Assyrians, and served him not. 8 He smote the Philistines as far as Gaza, and all their borders, from the tower of the watchmen to the fenced city. 9 In the fourth year of King Ezechias, which was the seventh year of Osee, the son of Ela, king of Israel, Salmanasar, king of the Assyrians, came up to Samaria, and besieged it, 10 and took it. For after three years, in the sixth year of Ezechias, that is, in the ninth year of Osee, king of Israel, Samaria was taken: 11 And the king of the Assyrians carried away Israel into Assyria, and placed them in Hala, and in Habor, by the rivers of Gozan, in the cities of the Medes. 12 Because they hearkened not to the voice of the Lord, their God, but transgressed his covenant: all that Moses, the servant of the Lord, commanded, they would not hear, nor do. | 1 Anno tertio Osee filii Ela regis Israël, regnavit Ezechias filius Achaz regis Juda. 2 Viginti quinque annorum erat cum regnare cœpisset, et viginti novem annis regnavit in Jerusalem : nomen matris ejus Abi filia Zachariæ. 3 Fecitque quod erat bonum coram Domino, juxta omnia quæ fecerat David pater ejus. 4 Ipse dissipavit excelsa, et contrivit statuas, et succidit lucos, confregitque serpentem æneum quem fecerat Moyses : siquidem usque ad illud tempus filii Israël adolebant ei incensum : vocavitque nomen ejus Nohestan. 5 In Domino Deo Israël speravit : itaque post eum non fuit similis ei de cunctis regibus Juda, sed neque in his qui ante eum fuerunt: 6 et adhæsit Domino, et non recessit a vestigiis ejus, fecitque mandata ejus, quæ præceperat Dominus Moysi. 7 Unde et erat Dominus cum eo, et in cunctis ad quæ procedebat, sapienter se agebat. Rebellavit quoque contra regem Assyriorum, et non servivit ei. 8 Ipse percussit Philisthæos usque ad Gazam, et omnes terminos eorum, a turre custodum usque ad civitatem munitam. 9 Anno quarto regis Ezechiæ, qui erat annus septimus Osee filii Ela regis Israël, ascendit Salmanasar rex Assyriorum in Samariam, et oppugnavit eam, 10 et cepit. Nam post annos tres, anno sexto Ezechiæ, id est nono anno Osee regis Israël, capta est Samaria: 11 et transtulit rex Assyriorum Israël in Assyrios, collocavitque eos in Hala et in Habor fluviis Gozan in civitatibus Medorum: 12 quia non audierunt vocem Domini Dei sui, sed prætergressi sunt pactum ejus : omnia quæ præceperat Moyses servus Domini non audierunt, neque fecerunt. |
| 13 καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς 14 καὶ ἀπέστειλεν Εζεκιας βασιλεὺς Ιουδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχις λέγων ἡμάρτηκα ἀποστράφητι ἀπ' ἐμοῦ ὃ ἐὰν ἐπιθῇς ἐπ' ἐμέ βαστάσω καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Εζεκιαν βασιλέα Ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου 15 καὶ ἔδωκεν Εζεκιας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως 16 ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Εζεκιας τὰς θύρας ναοῦ κυρίου καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Εζεκιας βασιλεὺς Ιουδα καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων 17 καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν Θαρθαν καὶ τὸν Ραφις καὶ τὸν Ραψακην ἐκ Λαχις πρὸς τὸν βασιλέα Εζεκιαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ιερουσαλημ καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως 18 καὶ ἐβόησαν πρὸς Εζεκιαν καὶ ἐξῆλθον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνῄσκων 19 καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης εἴπατε δὴ πρὸς Εζεκιαν τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων τίς ἡ πεποίθησις αὕτη ἣν πέποιθας 20 εἶπας πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί 21 νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' Αἴγυπτον ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ' αὐτήν καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ' αὐτόν 22 καὶ ὅτι εἶπας πρός με ἐπὶ κύριον θεὸν πεποίθαμεν οὐχὶ αὐτὸς οὗτος οὗ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τῇ Ιερουσαλημ ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ 23 καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων καὶ δώσω σοι δισχιλίους ἵππους εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ' αὐτούς 24 καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων καὶ ἤλπισας σαυτῷ ἐπ' Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς 25 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν κύριος εἶπεν πρός με ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν 26 καὶ εἶπεν Ελιακιμ υἱὸς Χελκιου καὶ Σομνας καὶ Ιωας πρὸς Ραψακην λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί ὅτι ἀκούομεν ἡμεῖς καὶ οὐ λαλήσεις μεθ' ἡμῶν Ιουδαϊστί καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους 27 καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ' ὑμῶν ἅμα 28 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαϊστὶ καὶ ἐλάλησεν καὶ εἶπεν ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων 29 τάδε λέγει ὁ βασιλεύς μὴ ἐπαιρέτω ὑμᾶς Εζεκιας λόγοις ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου 30 καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Εζεκιας πρὸς κύριον λέγων ἐξαιρούμενος ἐξελεῖται ἡμᾶς κύριος οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων 31 μὴ ἀκούετε Εζεκιου ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων ποιήσατε μετ' ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ 32 ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε καὶ μὴ ἀκούετε Εζεκιου ὅτι ἀπατᾷ ὑμᾶς λέγων κύριος ῥύσεται ἡμᾶς 33 μὴ ῥυόμενοι ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων 34 ποῦ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαδ ποῦ ἐστιν ὁ θεὸς Σεπφαρουαιν καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου 35 τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου ὅτι ἐξελεῖται κύριος τὴν Ιερουσαλημ ἐκ χειρός μου 36 καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων οὐκ ἀποκριθήσεσθε αὐτῷ 37 καὶ εἰσῆλθεν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαφ ὁ ἀναμιμνῄσκων πρὸς Εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου | 13 In the fourteenth year of King Ezechias, Sennacherib, king of the Assyrians, came up against the fenced cities of Juda, and took them. 14 Then Ezechias, king of Juda, sent messengers to the king of the Assyrians, to Lachis, saying: I have offended, depart from me: and all that you shall put upon me, I will bear. And the king of the Assyrians put a tax upon Ezechias, king of Juda, of three hundred talents of silver, and thirty talents of gold. 15 And Ezechias gave all the silver that was found in the house of the Lord, and in the king's treasures. 16 At that time Ezechias broke the doors of the temple of the Lord, and the plates of gold which he had fastened on them, and gave them to the king of the Assyrians. 17 And the king of the Assyrians sent Tharthan, and Rabsaris, and Rabsaces, from Lachis, to King Ezechias, with a strong army, to Jerusalem: and they went up and came to Jerusalem, and they stood by the conduit of the upper pool, which is in the way of the fuller's field. 18 And they called for the king: and there went out to them Eliacim, the son of Helcias, who was over the house, and Sobna, the scribe, and Joahe, the son of Asaph, the recorder. 19 And Rabsaces said to them: Speak to Ezechias: Thus says the great king, the king of the Assyrians: What is this confidence, wherein you trust? 20 Perhaps you have taken counsel, to prepare yourself for battle. On whom do you trust, that you dare to rebel? 21 Do you trust in Egypt a staff of a broken reed, upon which if a man lean, it will break and go into his hand, and pierce it? So is Pharao, king of Egypt, to all that trust in him. 22 But if you say to me: We trust in the Lord, our God: is it not he, whose high places and altars Ezechias has taken away: and has commanded Juda and Jerusalem: You shall worship before this altar in Jerusalem? 23 Now therefore come over to my master, the king of the Assyrians, and I will give you two thousand horses, and see whether you be able to have riders for them. 24 And how can you stand against one lord of the least of my master's servants? Do you trust in Egypt for chariots and for horsemen? 25 Is it without the will of the Lord that I have come up to this place to destroy it? The Lord said to me: Go up to this land, and destroy it. 26 Then Eliacim, the son of Helcias, and Sobna, and Joahe, said to Rabsaces: We pray you, speak to us, your servants, in Syriac: for we understand that tongue: and speak not to us in the Jews' language, in the hearing of the people that are upon the wall. 27 And Rabsaces answered them, saying: Hath my master sent me to your master, and to you, to speak these words, and not rather to the men that sit upon the wall, that they may eat their own dung, and drink their urine with you? 28 Then Rabsaces stood, and cried out with a loud voice in the Jews' language, and said: Hear the word of the great king, the king of the Assyrians. 29 Thus says the king: Let not Ezechias deceive you: for he shall not be able to deliver you out of my hand. 30 Neither let him make you trust in the Lord, saying: The Lord will surely deliver us, and this city shall not be given into the hand of the king of the Assyrians. 31 Do not hearken to Ezechias. For thus says the king of the Assyrians: Do with me that which is for your advantage, and come out to me: and every man of you shall eat of his own vineyard, and of his own fig tree: and you shall drink water of your own cisterns, 32 till I come, and take you away, to a land, like to your own land, a fruitful land, and plentiful in wine, a land of bread and vineyards, a land of olives, and oil, and honey, and you shall live, and not die. Hearken not to Ezechias, who deceives you, saying: The Lord will deliver us. 33 Have any of the gods of the nations delivered their land from the hand of the king of Assyria? 34 Where is the god of Emath, and of Arphad? Where is the god of Sepharvaim, of Ana, and of Ava? Have they delivered Samaria out of my hand? 35 Who are they among all the gods of the nations that have delivered their country out of my hand, that the Lord may deliver Jerusalem out of my hand? 36 But the people held their peace, and answered him not a word: for they had received commandment from the king that they should not answer him. 37 And Eliacim, the son of Helcias, who was over the house, and Sobna, the scribe, and Joahe, the son of Asaph, the recorder, came to Ezechias, with their garments rent, and told him the words of Rabsaces. | 13 Anno quartodecimo regis Ezechiæ, ascendit Sennacherib rex Assyriorum ad universas civitates Juda munitas, et cepit eas. 14 Tunc misit Ezechias rex Juda nuntios ad regem Assyriorum in Lachis, dicens : Peccavi : recede a me, et omne quod imposueris mihi, feram. Indixit itaque rex Assyriorum Ezechiæ regi Judæ trecenta talenta argenti, et triginta talenta auri. 15 Deditque Ezechias omne argentum quod repertum fuerat in domo Domini et in thesauris regis. 16 In tempore illo confregit Ezechias valvas templi Domini, et laminas auri quas ipse affixerat, et dedit eas regi Assyriorum. 17 Misit autem rex Assyriorum Tharthan, et Rabsaris, et Rabsacen de Lachis ad regem Ezechiam cum manu valida Jerusalem : qui cum ascendissent, venerunt Jerusalem, et steterunt juxta aquæductum piscinæ superioris, quæ est in via Agrifullonis. 18 Vocaveruntque regem : egressus est autem ad eos Eliacim filius Helciæ præpositus domus, et Sobna scriba, et Joahe filius Asaph a commentariis. 19 Dixitque ad eos Rabsaces : Loquimini Ezechiæ : Hæc dicit rex magnus, rex Assyriorum : Quæ est ista fiducia, qua niteris? 20 forsitan inisti consilium, ut præpares te ad prælium. In quo confidis, ut audeas rebellare? 21 an speras in baculo arundineo atque confracto Ægypto, super quem, si incubuerit homo, comminutus ingredietur manum ejus, et perforabit eam? sic est Pharao rex Ægypti omnibus qui confidunt in se. 22 Quod si dixeritis mihi : In Domino Deo nostro habemus fiduciam : nonne iste est, cujus abstulit Ezechias excelsa et altaria, et præcepit Judæ et Jerusalem : Ante altare hoc adorabitis in Jerusalem? 23 Nunc igitur transite ad dominum meum regem Assyriorum, et dabo vobis duo millia equorum, et videte an habere valeatis ascensores eorum. 24 Et quomodo potestis resistere ante unum satrapam de servis domini mei minimis? an fiduciam habes in Ægypto propter currus et equites? 25 Numquid sine Domini voluntate ascendi ad locum istum, ut demolirer eum? Dominus dixit mihi : Ascende ad terram hanc, et demolire eam. 26 Dixerunt autem Eliacim filius Helciæ, et Sobna, et Joahe Rabsaci : Precamur ut loquaris nobis servis tuis syriace : siquidem intelligimus hanc linguam : et non loquaris nobis judaice, audiente populo qui est super murum. 27 Responditque eis Rabsaces, dicens : Numquid ad dominum tuum, et ad te misit me dominus meus, ut loquerer sermones hos, et non potius ad viros qui sedent super murum, ut comedant stercora sua, et bibant urinam suam vobiscum? 28 Stetit itaque Rabsaces, et exclamavit voce magna judaice, et ait : Audite verba regis magni, regis Assyriorum. 29 Hæc dicit rex : Non vos seducat Ezechias : non enim poterit eruere vos de manu mea: 30 neque fiduciam vobis tribuat super Dominum, dicens : Eruens liberabit nos Dominus, et non tradetur civitas hæc in manu regis Assyriorum. 31 Nolite audire Ezechiam. Hæc enim dicit rex Assyriorum : Facite mecum quod vobis est utile, et egredimini ad me : et comedet unusquisque de vinea sua, et de ficu sua : et bibetis aquas de cisternis vestris, 32 donec veniam, et transferam vos in terram quæ similis est terræ vestræ, in terram fructiferam, et fertilem vini, terram panis et vinearum, terram olivarum et olei ac mellis : et vivetis, et non moriemini. Nolite audire Ezechiam, qui vos decipit, dicens : Dominus liberabit nos. 33 Numquid liberaverunt dii gentium terram suam de manu regis Assyriorum? 34 ubi est deus Emath, et Arphad? ubi est deus Sepharvaim, Ana, et Ava? numquid liberaverunt Samariam de manu mea? 35 Quinam illi sunt in universis diis terrarum, qui eruerunt regionem suam de manu mea, ut possit eruere Dominus Jerusalem de manu mea? 36 Tacuit itaque populus, et non respondit ei quidquam : siquidem præceptum regis acceperant ut non responderent ei. 37 Venitque Eliacim filius Helciæ, præpositus domus, et Sobna scriba, et Joahe filius Asaph a commentariis ad Ezechiam scissis vestibus, et nuntiaverunt ei verba Rabsacis. |