| OLD TESTAMENT | NEW TESTAMENT | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| The 7 Books | Old Testament History | Wisdom Books | Major Prophets | Minor Prophets | NT History | Epistles of St. Paul | General Writings | |||
| Genesis Exodus Leviticus Numbers Deuter. Joshua Judges | Ruth 1 Samuel 2 Samuel 1 Kings 2 Kings 1 Chron. 2 Chron. | Ezra Nehem. Tobit Judith Esther 1 Macc. 2 Macc. | Job Psalms Proverbs Eccles. Songs Wisdom Sirach | Isaiah Jeremiah Lament. Baruch Ezekiel Daniel | Hosea Joel Amos Obadiah Jonah Micah | Nahum Habakkuk Zephaniah Haggai Zechariah Malachi | Matthew Mark Luke John Acts | Romans 1 Corinth. 2 Corinth. Galatians Ephesians Philippians Colossians | 1 Thess. 2 Thess. 1 Timothy 2 Timothy Titus Philemon Hebrews | James 1 Peter 2 Peter 1 John 2 John 3 John Jude Revelation |
| 1 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ 2 καὶ ὤρθρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ ᾧ ἐγένετο κρίσις ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ ἐκ ποίας πόλεως σὺ εἶ καὶ εἶπεν ὁ ἀνήρ ἐκ μιᾶς φυλῶν Ισραηλ ὁ δοῦλός σου 3 καὶ εἶπεν πρὸς αὐτὸν Αβεσσαλωμ ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως 4 καὶ εἶπεν Αβεσσαλωμ τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ καὶ ἐπ' ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν 5 καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν 6 καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα καὶ ἰδιοποιεῖτο Αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν Ισραηλ | 1 Now after these things Absalom made himself chariots, and horsemen, and fifty men to run before him. 2 And Absalom rising up early stood by the entrance of the gate, and when any man had business to come to the king's judgment, Absalom called him to him, and said: Of what city are you? He answered, and said: Your servant is of such tribe of Israel. 3 And Absalom answered him: Your words seem to me good and just. But there is no man appointed by the king to hear you. And Absalom said: 4 O that they would make me judge over the land, that all that have business might come to me, that I might do them justice. 5 Moreover when any man came to him to salute him, he put forth his hand, and took him, and kissed him. 6 And this he did to all Israel that came for judgment, to be heard by the king, and he enticed the hearts of the men of Israel. | 1 Igitur post hæc fecit sibi Absalom currus, et equites, et quinquaginta viros qui præcederent eum. 2 Et mane consurgens Absalom, stabat juxta introitum portæ, et omnem virum qui habebat negotium ut veniret ad regis judicium, vocabat Absalom ad se, et dicebat : De qua civitate es tu? Qui respondens aiebat : Ex una tribu Israël ego sum servus tuus. 3 Respondebatque ei Absalom : Videntur mihi sermones tui boni et justi, sed non est qui te audiat constitutus a rege. Dicebatque Absalom: 4 Quis me constituat judicem super terram, ut ad me veniant omnes qui habent negotium, et juste judicem? 5 Sed et cum accederet ad eum homo ut salutaret illum, extendebat manum suam, et apprehendens osculabatur eum. 6 Faciebatque hoc omni Israël venienti ad judicium ut audiretur a rege, et sollicitabat corda virorum Israël. |
| 7 καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου ἃς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρων 8 ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσουρ ἐν Συρίᾳ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς Ιερουσαλημ καὶ λατρεύσω τῷ κυρίῳ 9 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρων 10 καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαῖς Ισραηλ λέγων ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων 11 καὶ μετὰ Αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα 12 καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλα ἐν τῷ θυσιάζειν αὐτόν καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ 13 καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων ἐγενήθη ἡ καρδία ἀνδρῶν Ισραηλ ὀπίσω Αβεσσαλωμ 14 καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ' αὐτοῦ τοῖς ἐν Ιερουσαλημ ἀνάστητε καὶ φύγωμεν ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ ταχύνατε τοῦ πορευθῆναι ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ' ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης 15 καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς ἰδοὺ οἱ παῖδές σου | 7 And after forty years, Absalom said to King David: Let me go, and pay my vows which I have vowed to the Lord in Hebron. 8 For your servant made a vow, when he was in Gessur of Syria, saying: If the Lord shall bring me again into Jerusalem, I will offer sacrifice to the Lord. 9 And King David said to him: Go in peace. And he arose, and went to Hebron. 10 And Absalom sent spies into all the tribes of Israel, saying: As soon as you shall hear the sound of the trumpet, say: Absalom reigns in Hebron. 11 Now there went with Absalom two hundred men out of Jerusalem that were called, going with simplicity of heart, and knowing nothing of the design. 12 Absalom also sent for Achitophel the Gilonite, David's counsellor, from his city Gilo. And while he was offering sacrifices, there was a strong conspiracy, and the people running together increased with Absalom. 13 And there came a messenger to David, saying: All Israel with their whole heart follows Absalom. 14 And David said to his servants, that were with him in Jerusalem: Arise and let us flee: for we shall not escape else from the face of Absalom: make haste to go out, lest he come and overtake us, and bring ruin upon us, and smite the city with the edge of the sword. 15 And the king's servants said to him: Whatsoever our lord the king shall command, we your servants will willingly execute. | 7 Post quadraginta autem annos, dixit Absalom ad regem David : Vadam, et reddam vota mea quæ vovi Domino in Hebron. 8 Vovens enim vovit servus tuus cum esset in Gessur Syriæ, dicens : Si reduxerit me Dominus in Jerusalem, sacrificabo Domino. 9 Dixitque ei rex David : Vade in pace. Et surrexit, et abiit in Hebron. 10 Misit autem Absalom exploratores in universas tribus Israël, dicens : Statim ut audieritis clangorem buccinæ, dicite : Regnavit Absalom in Hebron. 11 Porro cum Absalom ierunt ducenti viri de Jerusalem vocati, euntes simplici corde, et causam penitus ignorantes. 12 Accersivit quoque Absalom Achitophel Gilonitem consiliarium David, de civitate sua Gilo. Cumque immolaret victimas, facta est conjuratio valida, populusque concurrens augebatur cum Absalom. 13 Venit igitur nuntius ad David, dicens : Toto corde universus Israël sequitur Absalom. 14 Et ait David servis suis qui erant cum eo in Jerusalem : Surgite, fugiamus : neque enim erit nobis effugium a facie Absalom : festinate egredi, ne forte veniens occupet nos, et impellat super nos ruinam, et percutiat civitatem in ore gladii. 15 Dixeruntque servi regis ad eum : Omnia quæcumque præceperit dominus noster rex, libenter exequemur servi tui. |
| 16 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον 17 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν 18 καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττι καὶ πᾶς ὁ Φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς ὁ Χερεθθι καὶ πᾶς ὁ Φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως 19 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον ἵνα τί πορεύῃ καὶ σὺ μεθ' ἡμῶν ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου 20 εἰ ἐχθὲς παραγέγονας καὶ σήμερον κινήσω σε μεθ' ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σε μεθ' ἡμῶν τοῦ πορευθῆναι καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν 21 καὶ ἀπεκρίθη Εθθι τῷ βασιλεῖ καὶ εἶπεν ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου 22 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι δεῦρο καὶ διάβαινε μετ' ἐμοῦ καὶ παρῆλθεν Εθθι ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ' αὐτοῦ 23 καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον 24 καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ' αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀνέβη Αβιαθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως 25 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς 26 καὶ ἐὰν εἴπῃ οὕτως οὐκ ἠθέληκα ἐν σοί ἰδοὺ ἐγώ εἰμι ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ 27 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ τῷ ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναθαν ὁ υἱὸς Αβιαθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ' ὑμῶν 28 ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν Αραβωθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ' ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι 29 καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαθαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάθισεν ἐκεῖ 30 καὶ Δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες 31 καὶ ἀνηγγέλη Δαυιδ λέγοντες καὶ Αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ Αβεσσαλωμ καὶ εἶπεν Δαυιδ διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ κύριε ὁ θεός μου 32 καὶ ἦν Δαυιδ ἐρχόμενος ἕως τοῦ Ροως οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ 33 καὶ εἶπεν αὐτῷ Δαυιδ ἐὰν μὲν διαβῇς μετ' ἐμοῦ καὶ ἔσῃ ἐπ' ἐμὲ εἴς βάσταγμα 34 καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς καὶ ἐρεῖς τῷ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ 35 καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερεῖς καὶ ἔσται πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαθαρ τοῖς ἱερεῦσιν 36 ἰδοὺ ἐκεῖ μετ' αὐτῶν δύο υἱοὶ αὐτῶν Αχιμαας υἱὸς τῷ Σαδωκ καὶ Ιωναθαν υἱὸς τῷ Αβιαθαρ καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε 37 καὶ εἰσῆλθεν Χουσι ὁ ἑταῖρος Δαυιδ εἰς τὴν πόλιν καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ | 16 And the king went forth, and all his household on foot: and the king left ten women his concubines to keep the house: 17 And the king going forth and all Israel on foot, stood afar off from the house: 18 And all his servants walked by him, and the bands of the Cerethi, and the Phelethi, and all the Gethites, valiant warriors, six hundred men who had followed him from Geth on foot, went before the king. 19 And the king said to Ethai the Gethite: Why are you coming with us: return and dwell with the king, for you are a stranger, and have come out of your own place. 20 Yesterday you came, and to day shall you be forced to go forth with us? But I shall go whither I am going: return, and take back your brethren with you, and the Lord will show you mercy, and truth, because you have shown grace and fidelity. 21 And Ethai answered the king, saying: As the Lord lives, and as my lord the king lives: in what place soever you shall be, my lord, O king, either in death, or in life, there will your servant be. 22 And David said to Ethai: Come, and pass over. And Ethai the Gethite passed, and all the men that were with him, and the rest of the people. 23 And they all wept with a loud voice, and all the people passed over: the king also himself went over the brook Cedron, and all the people marched towards the way that looks to the desert. 24 And Sadoc the priest also came, and all the Levites with him carrying the ark of the covenant of God, and they set down the ark of God: and Abiathar went up, till all the people that had come out of the city had done passing. 25 And the king said to Sadoc: Carry back the ark of God into the city: if I shall find grace in the sight of the Lord, he will bring me again, and he will show me it, and his tabernacle. 26 But if he shall say to me: You please me not: I am ready, let him do that which is good before him. 27 And the king said to Sadoc the priest: O seer, return into the city in peace: and let Achimaas your son, and Jonathan the son of Abiathar, your two sons, be with you. 28 Behold I will lie hid in the plains of the wilderness, till there come word from you to certify me. 29 So Sadoc and Abiathar carried back the ark of God into Jerusalem: and they tarried there. 30 But David went up by the ascent of mount Olivet, going up and weeping, walking barefoot, and with his head covered, and all the people that were with them, went up with their heads covered weeping. 31 And it was told David that Achitophel also was in the conspiracy with Absalom, and David said: Infatuate, O Lord, I beseech you, the counsel of Achitophel. 32 And when David had come to the top of the mountain, where he was about to adore the Lord, behold 33 And David said to him: If you come with me, you will be a burden to me: 34 But if you return into the city, and will say to Absalom: I am your servant, O king: as I have been your father's servant, so I will be your servant: you shall defeat the counsel of Achitophel. 35 And you have with you Sadoc, and soever you shall hear out of the king's house, you shall tell it to Sadoc and Abiathar the priests. 36 And there are with them their two sons Achimaas, the son of Sadoc, and Jonathan the son of Abiathar: and you shall send by them to me everything that you shall hear. | 16 Egressus est ergo rex et universa domus ejus pedibus suis: et dereliquit rex decem mulieres concubinas ad custodiendam domum. 17 Egressusque rex et omnis Israël pedibus suis, stetit procul a domo: 18 et universi servi ejus ambulabant juxta eum, et legiones Cerethi, et Phelethi, et omnes Gethæi, pugnatores validi, sexcenti viri qui secuti eum fuerant de Geth pedites, præcedebant regem. 19 Dixit autem rex ad Ethai Gethæum : Cur venis nobiscum? revertere, et habita cum rege, quia peregrinus es, et egressus es de loco tuo. 20 Heri venisti, et hodie compelleris nobiscum egredi? ego autem vadam quo iturus sum : revertere, et reduc tecum fratres tuos, et Dominus faciet tecum misericordiam et veritatem, quia ostendisti gratiam et fidem. 21 Et respondit Ethai regi dicens : Vivit Dominus, et vivit dominus meus rex, quoniam in quocumque loco fueris, domine mi rex, sive in morte, sive in vita, ibi erit servus tuus. 22 Et ait David Ethai : Veni, et transi. Et transivit Ethai Gethæus, et omnes viri qui cum eo erant, et reliqua multitudo. 23 Omnesque flebant voce magna, et universus populus transibat : rex quoque transgrediebatur torrentem Cedron, et cunctus populus incedebat contra viam quæ respicit ad desertum. 24 Venit autem et Sadoc sacerdos, et universi Levitæ cum eo, portantes arcam fœderis Dei : et deposuerunt arcam Dei. Et ascendit Abiathar, donec expletus esset omnis populus qui egressus fuerat de civitate. 25 Et dixit rex ad Sadoc : Reporta arcam Dei in urbem : si invenero gratiam in oculis Domini, reducet me, et ostendet mihi eam, et tabernaculum suum. 26 Si autem dixerit mihi : Non places : præsto sum : faciat quod bonum est coram se. 27 Et dixit rex ad Sadoc sacerdotem : O videns, revertere in civitatem in pace : et Achimaas filius tuus, et Jonathas filius Abiathar, duo filii vestri, sint vobiscum. 28 Ecce ego abscondar in campestribus deserti, donec veniat sermo a vobis indicans mihi. 29 Reportaverunt ergo Sadoc et Abiathar arcam Dei in Jerusalem, et manserunt ibi. 30 Porro David ascendebat clivum Olivarum, scandens et flens, nudis pedibus incedens, et operto capite : sed et omnis populus qui erat cum eo, operto capite ascendebat plorans. 31 Nuntiatum est autem David quod et Achitophel esset in conjuratione cum Absalom : dixitque David : Infatua, quæso, Domine, consilium Achitophel. 32 Cumque ascenderet David summitatem montis in quo adoraturus erat Dominum, ecce occurrit ei Chusai Arachites, scissa veste, et terra pleno capite. 33 Et dixit ei David : Si veneris mecum, eris mihi oneri: 34 si autem in civitatem revertaris, et dixeris Absalom : Servus tuus sum, rex : sicut fui servus patris tui, sic ero servus tuus : dissipabis consilium Achitophel. 35 Habes autem tecum Sadoc et Abiathar sacerdotes : et omne verbum quodcumque audieris de domo regis, indicabis Sadoc et Abiathar sacerdotibus. 36 Sunt autem cum eis duo filii eorum Achimaas filius Sadoc, et Jonathas filius Abiathar : et mittetis per eos ad me omne verbum quod audieritis. 37 Veniente ergo Chusai amico David in civitatem, Absalom quoque ingressus est Jerusalem. |