| OLD TESTAMENT | NEW TESTAMENT | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| The 7 Books | Old Testament History | Wisdom Books | Major Prophets | Minor Prophets | NT History | Epistles of St. Paul | General Writings | |||
| Genesis Exodus Leviticus Numbers Deuter. Joshua Judges | Ruth 1 Samuel 2 Samuel 1 Kings 2 Kings 1 Chron. 2 Chron. | Ezra Nehem. Tobit Judith Esther 1 Macc. 2 Macc. | Job Psalms Proverbs Eccles. Songs Wisdom Sirach | Isaiah Jeremiah Lament. Baruch Ezekiel Daniel | Hosea Joel Amos Obadiah Jonah Micah | Nahum Habakkuk Zephaniah Haggai Zechariah Malachi | Matthew Mark Luke John Acts | Romans 1 Corinth. 2 Corinth. Galatians Ephesians Philippians Colossians | 1 Thess. 2 Thess. 1 Timothy 2 Timothy Titus Philemon Hebrews | James 1 Peter 2 Peter 1 John 2 John 3 John Jude Revelation |
| 1 καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς 2 καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου 3 εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ 4 εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου 5 εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου 6 εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε 7 παραδῷ κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου 8 ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι 9 ἀναστήσαι σε κύριος ὁ θεός σου ἑαυτῷ λαὸν ἅγιον ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ 10 καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι καὶ φοβηθήσονταί σε 11 καὶ πληθυνεῖ σε κύριος ὁ θεός σου εἰς ἀγαθὰ ἐπὶ τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι 12 ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν τὸν οὐρανόν δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου καὶ δανιεῖς ἔθνεσιν πολλοῖς σὺ δὲ οὐ δανιῇ καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν σοῦ δὲ οὐκ ἄρξουσιν 13 καταστήσαι σε κύριος ὁ θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω ἐὰν ἀκούσῃς τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιεῖν 14 οὐ παραβήσῃ ἀπὸ πάντων τῶν λόγων ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς | 1 Now if you will hear the voice of all his commandments, which I command you this day, the Lord your God will make you higher than all the nations that are on the earth. 2 And all these blessings shall come upon you and overtake you: yet so if you hear his precepts. 3 Blessed shall you be in the city, and blessed in the field. 4 Blessed shall be the fruit of your womb, and the fruit of your ground, and the fruit of your cattle, the droves of your herds, and the folds of your sheep. 5 Blessed shall be your barns and blessed your stores. 6 Blessed shall you be coming in and going out. 7 The Lord shall cause your enemies, that rise up against you, to fall down before your face: one way shall they come out against you, and seven ways shall they flee before you. 8 The Lord will send forth a blessing upon your storehouses, and upon all the works of your hands: and will bless you in the land that you shall receive. 9 The Lord will raise you up to be a holy people to himself, as he swore to you: if you keep the commandments of the Lord your God, and walk in his ways. 10 And all the people of the earth shall see that the name of the Lord is invocated upon you, and they shall fear you. 11 The Lord will make you abound with all goods, with the fruit of your womb, and the fruit of your cattle, with the fruit of your land, which the Lord swore to your fathers that he would give you. 12 The Lord will open his excellent treasure, the heaven, that it may give rain in due season: and he will bless all the works of your hands. And you shall lend to many nations, and shall not borrow of any one. 13 And the Lord shall make you the head and not the tail: and you shall be always above, and not beneath: yet so if you will hear the commandments of the Lord your God which I command you this day, and keep and do them, 14 and turn not away from them neither to the right hand, nor to the left, nor follow strange gods, nor worship them. | 1 Si autem audieris vocem Domini Dei tui, ut facias atque custodias omnia mandata ejus, quæ ego præcipio tibi hodie, faciet te Dominus Deus tuus excelsiorem cunctis gentibus, quæ versantur in terra. 2 Venientque super te universæ benedictiones istæ, et apprehendent te : si tamen præcepta ejus audieris. 3 Benedictus tu in civitate, et benedictus in agro. 4 Benedictus fructus ventris tui, et fructus terræ tuæ, fructusque jumentorum tuorum, greges armentorum tuorum, et caulæ ovium tuarum. 5 Benedicta horrea tua, et benedictæ reliquiæ tuæ. 6 Benedictus eris tu ingrediens et egrediens. 7 Dabit Dominus inimicos tuos, qui consurgunt adversum te, corruentes in conspectu tuo : per unam viam venient contra te, et per septem fugient a facie tua. 8 Emittet Dominus benedictionem super cellaria tua, et super omnia opera manuum tuarum : benedicetque tibi in terra, quam acceperis. 9 Suscitabit te Dominus sibi in populum sanctum, sicut juravit tibi : si custodieris mandata Domini Dei tui, et ambulaveris in viis ejus. 10 Videbuntque omnes terrarum populi quod nomen Domini invocatum sit super te, et timebunt te. 11 Abundare te faciet Dominus omnibus bonis, fructu uteri tui, et fructu jumentorum tuorum, fructu terræ tuæ, quam juravit Dominus patribus tuis ut daret tibi. 12 Aperiet Dominus thesaurum suum optimum, cælum, ut tribuat pluviam terræ tuæ in tempore suo : benedicetque cunctis operibus manuum tuarum. Et fœnerabis gentibus multis, et ipse a nullo fœnus accipies. 13 Constituet te Dominus in caput, et non in caudam : et eris semper supra, et non subter : si tamen audieris mandata Domini Dei tui quæ ego præcipio tibi hodie, et custodieris et feceris, 14 ac non declinaveris ab eis nec ad dexteram, nec ad sinistram, nec secutus fueris deos alienos, neque colueris eos. |
| 15 καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήμψονταί σε 16 ἐπικατάρατος σὺ ἐν πόλει καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ 17 ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου 18 ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου 19 ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε 20 ἐξαποστείλαι κύριός σοι τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου ὅσα ἐὰν ποιήσῃς ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου διότι ἐγκατέλιπές με 21 προσκολλήσαι κύριος εἰς σὲ τὸν θάνατον ἕως ἂν ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς εἰς ἣν σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν | 15 But if you will not hear the voice of the Lord your God, to keep and to do all his commandments and ceremonies, which I command you this day, all these curses shall come upon you, and overtake you. 16 Cursed shall you be in the city, cursed in the field. 17 Cursed shall be your barn, and cursed your stores. 18 Cursed shall be the fruit of your womb, and the fruit of your ground, the herds of your oxen, and the flocks of your sheep. 19 Cursed shall you be coming in, and cursed going out. 20 The Lord shall send upon you famine and hunger, and a rebuke upon all the works which you shall do: until he consume and destroy you quickly, for your most wicked inventions, by which you have forsaken me. 21 May the Lord set the pestilence upon you, until he consume you out of the land, which you shall go in to possess. | 15 Quod si audire nolueris vocem Domini Dei tui, ut custodias, et facias omnia mandata ejus et cæremonias, quas ego præcipio tibi hodie, venient super te omnes maledictiones istæ, et apprehendent te. 16 Maledictus eris in civitate, maledictus in agro. 17 Maledictum horreum tuum, et maledictæ reliquiæ tuæ. 18 Maledictus fructus ventris tui, et fructus terræ tuæ, armenta boum tuorum, et greges ovium tuarum. 19 Maledictus eris ingrediens, et maledictus egrediens. 20 Mittet Dominus super te famem et esuriem, et increpationem in omnia opera tua, quæ tu facies : donec conterat te, et perdat velociter, propter adinventiones tuas pessimas in quibus reliquisti me. 21 Adjungat tibi Dominus pestilentiam, donec consumat te de terra ad quam ingredieris possidendam. |
| 22 πατάξαι σε κύριος ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥίγει καὶ ἐρεθισμῷ καὶ φόνῳ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσίν σε 23 καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ 24 δῴη κύριος τὸν ὑετὸν τῇ γῇ σου κονιορτόν καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε 25 δῴη σε κύριος ἐπικοπὴν ἐναντίον τῶν ἐχθρῶν σου ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς 26 καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν 27 πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίῳ ἐν ταῖς ἕδραις καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ ὥστε μὴ δύνασθαί σε ἰαθῆναι 28 πατάξαι σε κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας 29 καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας ὡσεὶ ψηλαφήσαι ὁ τυφλὸς ἐν τῷ σκότει καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν 30 γυναῖκα λήμψῃ καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν 31 ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου καὶ οὐ φάγῃ ἐξ αὐτοῦ ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ καὶ οὐκ ἀποδοθήσεταί σοι τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν 32 οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά καὶ οὐκ ἰσχύσει ἡ χείρ σου 33 τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος ὃ οὐκ ἐπίστασαι καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας 34 καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου ἃ βλέψῃ 35 πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασθαί σε ἰαθῆναι ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου 36 ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου οὓς ἐὰν καταστήσῃς ἐπὶ σεαυτόν εἰς ἔθνος ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις ξύλοις καὶ λίθοις 37 καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔθνεσιν εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος ἐκεῖ 38 σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς 39 ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ 40 ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου καὶ ἔλαιον οὐ χρίσῃ ὅτι ἐκρυήσεται ἡ ἐλαία σου 41 υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ 42 πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρυσίβη 43 ὁ προσήλυτος ὅς ἐστιν ἐν σοί ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω σὺ δὲ καταβήσῃ κάτω κάτω 44 οὗτος δανιεῖ σοι σὺ δὲ τούτῳ οὐ δανιεῖς οὗτος ἔσται κεφαλή σὺ δὲ ἔσῃ οὐρά 45 καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐνετείλατό σοι 46 καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα καὶ ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος 47 ἀνθ' ὧν οὐκ ἐλάτρευσας κυρίῳ τῷ θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ καρδίᾳ διὰ τὸ πλῆθος πάντων 48 καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου οὓς ἐπαποστελεῖ κύριος ἐπὶ σέ ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου ἕως ἂν ἐξολεθρεύσῃ σε | 22 May the Lord afflict you with miserable want, with the fever and with cold, with burning and with heat, and with corrupted air and with blasting, and pursue you till you perish. 23 Be the heaven, that is over you, of brass: and the ground you tread on, of iron. 24 The Lord give you dust for rain upon your land, and let ashes come down from heaven upon you, till you be consumed. 25 The Lord make you to fall down before your enemies, one way may you go out against them, and flee seven ways, and be scattered throughout all the kingdoms of the earth. 26 And be your carcass meat for all the fowls of the air, and the beasts of the earth, and be there none to drive them away. 27 The Lord strike you with the ulcer of Egypt, and the part of your body, by which the dung is cast out, with the scab and with the itch: so that you can not be healed. 28 The Lord strike you with madness and blindness and fury of mind. 29 And may you grope at midday as the blind is wont to grope in the dark, and not make straight your ways. And may you at all times suffer wrong, and be oppressed with violence, and may you have no one to deliver you. 30 May you take a wife, and another sleep with her. May you build a house, and not dwell therein. May you plant a vineyard and not gather the vintage thereof. 31 May your ox be slain before you, and you not eat thereof. May your ass be taken away in your sight, and not restored to you. May your sheep be given to your enemies, and may there be none to help you. 32 May your sons and your daughters be given to another people, your eyes looking on, and languishing at the sight of them all the day, and may there be no strength in your hand. 33 May a people which you know not, eat the fruits of your land, and all your labours: and may you always suffer oppression, and be crushed at all times. 34 And be astonished at the terror of those things which your eyes shall see: 35 May the Lord strike you with a very sore ulcer in the knees and in the legs, and be thou incurable from the sole of the foot to the top of the head. 36 The Lord shall bring you, and your king, whom you shall have appointed over you, into a nation which you and your fathers know not: and there you shall serve strange gods, wood and stone. 37 And you shall be lost, as a proverb and a byword to all people, among whom the Lord shall bring you in. 38 You shall cast much seed into the ground, and gather little: because the locusts shall consume all. 39 You shall plant a vineyard, and dig it, and shall not drink the wine, nor gather anything thereof: because it shall be wasted with worms. 40 You shall have olive trees in all your borders, and shall not be anointed with the oil: for the olives shall fall off and perish. 41 You shall beget sons and daughters, and shall not enjoy them: because they shall be led into captivity. 42 The blast shall consume all the trees and the fruits of your ground. 43 The stranger that lives with you in the land, shall rise up over you, and shall be higher: and you shall go down, and be lower. 44 He shall lend to you, and you shall not lend to him. He shall be as the head, and you shall be the tail. 45 And all these curses shall come upon you, and shall pursue and overtake you, till you perish: because you heard not the voice of the Lord your God, and did not keep his commandments and ceremonies which he commanded you. 46 And they shall be as signs and wonders on you, and on your seed for ever. 47 Because you did not serve the Lord your God with joy and gladness of heart, for the abundance of all things: 48 You shall serve your enemy, whom the Lord will send upon you, in hunger, and thirst, and nakedness, and in want of all things: and he shall put an iron yoke upon your neck, till he consume you. | 22 Percutiat te Dominus egestate, febri et frigore, ardore et æstu, et aëre corrupto ac rubigine, et persequatur donec pereas. 23 Sit cælum, quod supra te est, æneum : et terra, quam calcas, ferrea. 24 Det Dominus imbrem terræ tuæ pulverem, et de cælo descendat super te cinis, donec conteraris. 25 Tradat te Dominus corruentem ante hostes tuos : per unam viam egrediaris contra eos, et per septem fugias, et dispergaris per omnia regna terræ, 26 sitque cadaver tuum in escam cunctis volatilibus cæli, et bestiis terræ, et non sit qui abigat. 27 Percutiat te Dominus ulcere Ægypti, et partem corporis, per quam stercora egeruntur, scabie quoque et prurigine : ita ut curari nequeas. 28 Percutiat te Dominus amentia et cæcitate ac furore mentis, 29 et palpes in meridie sicut palpare solet cæcus in tenebris, et non dirigas vias tuas. Omnique tempore calumniam sustineas, et opprimaris violentia, nec habeas qui liberet te. 30 Uxorem accipias, et alius dormiat cum ea. Domum ædifices, et non habites in ea. Plantes vineam, et non vindemies eam. 31 Bos tuus immoletur coram te, et non comedas ex eo. Asinus tuus rapiatur in conspectu tuo, et non reddatur tibi. Oves tuæ dentur inimicis tuis, et non sit qui te adjuvet. 32 Filii tui et filiæ tuæ tradantur alteri populo, videntibus oculis tuis, et deficientibus ad conspectum eorum tota die, et non sit fortitudo in manu tua. 33 Fructus terræ tuæ, et omnes labores tuos, comedat populus quem ignoras : et sis semper calumniam sustinens, et oppressus cunctis diebus, 34 et stupens ad terrorem eorum quæ videbunt oculi tui. 35 Percutiat te Dominus ulcere pessimo in genibus et in suris, sanarique non possis a planta pedis usque ad verticem tuum. 36 Ducet te Dominus, et regem tuum, quem constitueris super te, in gentem, quam ignoras tu et patres tui : et servies ibi diis alienis, ligno et lapidi. 37 Et eris perditus in proverbium ac fabulam omnibus populis, ad quos te introduxerit Dominus. 38 Sementem multam jacies in terram, et modicum congregabis : quia locustæ devorabunt omnia. 39 Vineam plantabis, et fodies : et vinum non bibes, nec colliges ex ea quippiam : quoniam vastabitur vermibus. 40 Olivas habebis in omnibus terminis tuis, et non ungeris oleo : quia defluent, et peribunt. 41 Filios generabis et filias, et non frueris eis : quoniam ducentur in captivitatem. 42 Omnes arbores tuas et fruges terræ tuæ rubigo consumet. 43 Advena, qui tecum versatur in terra, ascendet super te, eritque sublimior : tu autem descendes, et eris inferior. 44 Ipse fœnerabit tibi, et tu non fœnerabis ei. Ipse erit in caput, et tu eris in caudam. 45 Et venient super te omnes maledictiones istæ, et persequentes apprehendent te, donec intereas : quia non audisti vocem Domini Dei tui, nec servasti mandata ejus et cæremonias, quas præcepit tibi. 46 Et erunt in te signa atque prodigia, et in semine tuo usque in sempiternum: 47 eo quod non servieris Domino Deo tuo in gaudio, cordisque lætitia, propter rerum omnium abundantiam. 48 Servies inimico tuo, quem immittet tibi Dominus, in fame, et siti, et nuditate, et omni penuria : et ponet jugum ferreum super cervicem tuam, donec te conterat. |
| 49 ἐπάξει κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ' ἐσχάτου τῆς γῆς ὡσεὶ ὅρμημα ἀετοῦ ἔθνος ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ 50 ἔθνος ἀναιδὲς προσώπῳ ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει 51 καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου ὥστε μὴ καταλιπεῖν σοι σῖτον οἶνον ἔλαιον τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἕως ἂν ἀπολέσῃ σε 52 καὶ ἐκτρίψῃ σε ἐν πάσαις ταῖς πόλεσίν σου ἕως ἂν καθαιρεθῶσιν τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά ἐφ' οἷς σὺ πέποιθας ἐπ' αὐτοῖς ἐν πάσῃ τῇ γῇ σου καὶ θλίψει σε ἐν πάσαις ταῖς πόλεσίν σου αἷς ἔδωκέν σοι κύριος ὁ θεός σου 53 καὶ φάγῃ τὰ ἔκγονα τῆς κοιλίας σου κρέα υἱῶν σου καὶ θυγατέρων σου ὅσα ἔδωκέν σοι κύριος ὁ θεός σου ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου 54 ὁ ἁπαλὸς ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ καταλελειμμένα τέκνα ἃ ἂν καταλειφθῇ 55 ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ ὧν ἂν κατέσθῃ διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ μηθὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσίν σου 56 καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερὰ σφόδρα ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς 57 καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἂν τέκῃ καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσίν σου 58 ἐὰν μὴ εἰσακούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν τοῦτο κύριον τὸν θεόν σου 59 καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου πληγὰς μεγάλας καὶ θαυμαστάς καὶ νόσους πονηρὰς καὶ πιστὰς 60 καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν καὶ κολληθήσονται ἐν σοί 61 καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σέ ἕως ἂν ἐξολεθρεύσῃ σε 62 καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ ἀνθ' ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει ὅτι οὐκ εἰσηκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν 63 καὶ ἔσται ὃν τρόπον εὐφράνθη κύριος ἐφ' ὑμῖν εὖ ποιῆσαι ὑμᾶς καὶ πληθῦναι ὑμᾶς οὕτως εὐφρανθήσεται κύριος ἐφ' ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς καὶ ἐξαρθήσεσθε ἀπὸ τῆς γῆς εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν | 49 The Lord will bring upon you a nation from afar, and from the uttermost ends of the earth, like an eagle that flies swiftly, whose tongue you can not understand, 50 a most insolent nation, that will show no regard to the ancients, nor have pity on the infant, 51 and will devour the fruit of your cattle, and the fruits of your land: until you be destroyed, and will leave you no wheat, nor wine, nor oil, nor herds of oxen, nor flocks of sheep: until he destroy you. 52 And consume you in all your cities, and your strong and high wall be brought down, wherein you trusted in all your land. You shall be besieged within your gates in all your land which the Lord your God will give you: 53 And you shall eat the fruit of your womb, and the flesh of your sons and of your daughters, which the Lord your God shall give you, in the distress and extremity wherewith your enemy shall oppress you. 54 The man that is nice among you, and very delicate, shall envy his own brother, and his wife, that lies in his bosom, 55 so that he will not give them of the flesh of his children, which he shall eat: because he has nothing else in the siege and the want, wherewith your enemies shall distress you within all your gates. 56 The tender and delicate woman, that could not go upon the ground, nor set down her foot for over much niceness and tenderness, will envy her husband who lies in her bosom, the flesh of her son, and of her daughter, 57 and the filth of the afterbirths, that come forth from between her thighs, and the children that are born the same hour. For they shall eat them secretly for the want of all things, in the siege and distress, wherewith your enemy shall oppress you within your gates. 58 If you will not keep, and fulfil all the words of this law, that are written in this volume, and fear his glorious and terrible name: that is, The Lord your God: 59 The Lord shall increase your plagues, and the plagues of your seed, plagues great and lasting, infirmities grievous and perpetual. 60 And he shall bring back on you all the afflictions of Egypt, which you were afraid of, and they shall stick fast to you. 61 Moreover the Lord will bring upon you all the diseases, and plagues, that are not written in the volume of this law till he consume you: 62 And you shall remain few in number, who before were as the stars of heaven for multitude, because you heard not the voice of the Lord your God. 63 And as the Lord rejoiced upon you before doing good to you, and multiplying you: so he shall rejoice destroying and bringing you to nought, so that you shall be taken away from the land which you shall go in to possess. | 49 Adducet Dominus super te gentem de longinquo, et de extremis terræ finibus in similitudinem aquilæ volantis cum impetu, cujus linguam intelligere non possis: 50 gentem procacissimam, quæ non deferat seni, nec misereatur parvuli, 51 et devoret fructum jumentorum tuorum, ac fruges terræ tuæ : donec intereas, et non relinquat tibi triticum, vinum, et oleum, armenta boum, et greges ovium : donec te disperdat, 52 et conterat in cunctis urbibus tuis, et destruantur muri tui firmi atque sublimes, in quibus habebas fiduciam in omni terra tua. Obsideberis intra portas tuas in omni terra tua, quam dabit tibi Dominus Deus tuus: 53 et comedes fructum uteri tui, et carnes filiorum tuorum et filiarum tuarum, quas dederit tibi Dominus Deus tuus, in angustia et vastitate qua opprimet te hostis tuus. 54 Homo delicatus in te, et luxuriosus valde, invidebit fratri suo, et uxori, quæ cubat in sinu suo, 55 ne det eis de carnibus filiorum suorum, quas comedet : eo quod nihil aliud habeat in obsidione et penuria, qua vastaverint te inimici tui intra omnes portas tuas. 56 Tenera mulier et delicata, quæ super terram ingredi non valebat, nec pedis vestigium figere, propter mollitiem et teneritudinem nimiam, invidebit viro suo, qui cubat in sinu ejus, super filii et filiæ carnibus, 57 et illuvie secundarum, quæ egrediuntur de medio feminum ejus, et super liberis qui eadem hora nati sunt. Comedent enim eos clam propter rerum omnium penuriam in obsidione et vastitate, qua opprimet te inimicus tuus intra portas tuas. 58 Nisi custodieris et feceris omnia verba legis hujus, quæ scripta sunt in hoc volumine, et timueris nomen ejus gloriosum et terribile, hoc est, Dominum Deum tuum: 59 augebit Dominus plagas tuas, et plagas seminis tui, plagas magnas et perseverantes, infirmitates pessimas et perpetuas: 60 et convertet in te omnes afflictiones Ægypti, quas timuisti, et adhærebunt tibi. 61 Insuper et universos languores, et plagas, quæ non sunt scriptæ in volumine legis hujus, inducet Dominus super te, donec te conterat: 62 et remanebitis pauci numero, qui prius eratis sicut astra cæli præ multitudine, quoniam non audisti vocem Domini Dei tui. 63 Et sicut ante lætatus est Dominus super vos, bene vobis faciens, vosque multiplicans : sic lætabitur disperdens vos atque subvertens, ut auferamini de terra, ad quam ingredieris possidendam. |
| 64 καὶ διασπερεῖ σε κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις ξύλοις καὶ λίθοις οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου 65 ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε οὐδ' οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου καὶ δώσει σοι κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν 66 καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου 67 τὸ πρωὶ ἐρεῖς πῶς ἂν γένοιτο ἑσπέρα καὶ τὸ ἑσπέρας ἐρεῖς πῶς ἂν γένοιτο πρωί ἀπὸ τοῦ φόβου τῆς καρδίας σου ἃ φοβηθήσῃ καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ 68 καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ ᾗ εἶπα οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτήν καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας καὶ οὐκ ἔσται ὁ κτώμενος | 64 The Lord shall scatter you among all people, from the farthest parts of the earth to the ends thereof: and there you shall serve strange gods, which both you are ignorant of and your fathers, wood and stone. 65 Neither shall you be quiet, even in those nations, nor shall there be any rest for the sole of your foot. For the Lord will give you a fearful heart, and languishing eyes, and a soul consumed with pensiveness: 66 And your life shall be as it were hanging before you. You shall fear night and day, neither shall you trust your life. 67 In the morning you shall say: Who will grant me evening? And at evening: Who will grant me morning? For the fearfulness of your heart, wherewith you shall be terrified, and for those things which you shall see with your eyes. 68 The Lord shall bring you again with ships into Egypt, by the way whereof he said to you that you should see it no more. There shall you be set to sale to your enemies for bondmen and bondwomen, and no man shall buy you. | 64 Disperget te Dominus in omnes populos, a summitate terræ usque ad terminos ejus : et servies ibi diis alienis, quos et tu ignoras et patres tui, lignis et lapidibus. 65 In gentibus quoque illis non quiesces, neque erit requies vestigio pedis tui. Dabit enim tibi Dominus ibi cor pavidum, et deficientes oculos, et animam consumptam mœrore: 66 et erit vita tua quasi pendens ante te. Timebis nocte et die, et non credes vitæ tuæ. 67 Mane dices : Quis mihi det vesperum? et vespere : Quis mihi det mane? propter cordis tui formidinem, qua terreberis, et propter ea, quæ tuis videbis oculis. 68 Reducet te Dominus classibus in Ægyptum per viam de qua dixit tibi ut eam amplius non videres. Ibi venderis inimicis tuis in servos et ancillas, et non erit qui emat. |