New Advent
 Home   Encyclopedia   Summa   Fathers   Bible   Library 
 A  B  C  D  E  F  G  H  I  J  K  L  M  N  O  P  Q  R  S  T  U  V  W  X  Y  Z 
OLD TESTAMENT NEW TESTAMENT
The
7 Books
Old Testament
History
Wisdom
Books
Major
Prophets
Minor
Prophets
NT
History
Epistles of
St. Paul
General
Writings
Genesis
Exodus
Leviticus
Numbers
Deuter.
Joshua
Judges
Ruth
1 Samuel
2 Samuel
1 Kings
2 Kings
1 Chron.
2 Chron.
Ezra
Nehem.
Tobit
Judith
Esther
1 Macc.
2 Macc.
Job
Psalms
Proverbs
Eccles.
Songs
Wisdom
Sirach
Isaiah
Jeremiah
Lament.
Baruch
Ezekiel
Daniel
Hosea
Joel
Amos
Obadiah
Jonah
Micah
Nahum
Habakkuk
Zephaniah
Haggai
Zechariah
Malachi
Matthew
Mark
Luke
John
Acts
Romans
1 Corinth.
2 Corinth.
Galatians
Ephesians
Philippians
Colossians
1 Thess.
2 Thess.
1 Timothy
2 Timothy
Titus
Philemon
Hebrews
James
1 Peter
2 Peter
1 John
2 John
3 John
Jude
Revelation
 

Jeremiah 32

 
« 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 »
1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ τῷ βασιλεῖ Σεδεκια οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος 2 καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ καὶ Ιερεμιας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς ἥ ἐστιν ἐν οἴκῳ τοῦ βασιλέως 3 ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων διὰ τί σὺ προφητεύεις λέγων οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν 4 καὶ Σεδεκιας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται 5 καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται 6 καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων 7 ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα παραλαβεῖν εἰς κτῆσιν 8 καὶ ἦλθεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπέν μοι κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμιν τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα κτήσασθαι καὶ σὺ πρεσβύτερος καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν 9 καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου 10 καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ 11 καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον 12 καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ' ὀφθαλμοὺς Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ' ὀφθαλμοὺς τῶν ἑστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ' ὀφθαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς 13 καὶ συνέταξα τῷ Βαρουχ κατ' ὀφθαλμοὺς αὐτῶν λέγων 14 οὕτως εἶπεν κύριος παντοκράτωρ λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον ἵνα διαμείνῃ ἡμέρας πλείους 15 ὅτι οὕτως εἶπεν κύριος ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ 1 The word that came to Jeremias from the Lord in the tenth year of Sedecias king of Juda: the same is the eighteenth year of Nabuchodonosor. 2 At that time the army of the king of Babylon besieged Jerusalem: and Jeremiah the prophet was shut up in the court of the prison, which was in the house of the king of Juda. 3 For Sedecias king of Juda had shut him up, saying: Why do you prophesy, saying: Thus says the Lord: Behold I will give this city into the hand of the king of Babylon, and he shall take it? 4 And Sedecias king of Juda shall not escape out of the hand of the Chaldeans: but he shall be delivered into the hands of the king of Babylon: and he shall speak to him mouth to mouth, and his eyes shall see his eyes. 5 And he shall lead Sedecias to Babylon: and he shall be there till I visit him, says the Lord. But if you will fight against the Chaldeans, you shall have no success. 6 And Jeremias said: The word of the Lord came to me, saying: 7 Behold, Hanameel the son of Sellum your cousin shall come to you, saying: Buy you my field, which is in Anathoth, for it is your right to buy it, being next akin. 8 And Hanameel my uncle's son came to me, according to the word of the Lord, to the entry of the prison, and said to me: Buy my field, which is in Anathoth in the land of Benjamin: for the right of inheritance is yours, and you are next of kin to possess it. And I understood that this was the word of the Lord. 9 And I bought the field of Hanameel my uncle's son, that is in Anathoth: and I weighed him the money, seven staters, and ten pieces of silver. 10 And I wrote it in a book and sealed it, and took witnesses: and I weighed him the money in the balances. 11 And I took the deed of the purchase that was sealed, and the stipulations, and the ratifications with the seals that were on the outside. 12 And I gave the deed of the purchase to Baruch the son of Neri the son of Maasias in the sight of Hanameel my uncle's son, in the presence of the witnesses that subscribed the book of the purchase, and before all the Jews that sat in the court of the prison. 13 And I charged Baruch before them, saying: 14 Thus says the Lord of hosts the God of Israel: Take these writings, this deed of the purchase that is sealed up, and this deed that is open: and put them in an earthen vessel, that they may continue many days. 15 For thus says the Lord of hosts the God of Israel: Houses, and fields, and vineyards shall be possessed again in this land. 1 Verbum quod factum est ad Jeremiam a Domino, in anno decimo Sedeciæ regis Juda, ipse est annus decimusoctavus Nabuchodonosor. 2 Tunc exercitus regis Babylonis obsidebat Jerusalem, et Jeremias propheta erat clausus in atrio carceris qui erat in domo regis Juda. 3 Clauserat enim eum Sedecias rex Juda, dicens : Quare vaticinaris, dicens : Hæc dicit Dominus : Ecce ego dabo civitatem istam in manus regis Babylonis, et capiet eam: 4 et Sedecias rex Juda non effugiet de manu Chaldæorum, sed tradetur in manus regis Babylonis : et loquetur os ejus cum ore illius, et oculi ejus oculos illius videbunt: 5 et in Babylonem ducet Sedeciam, et ibi erit donec visitem eum, ait Dominus : si autem dimicaveritis adversum Chaldæos, nihil prosperum habebitis? 6 Et dixit Jeremias : Factum est verbum Domini ad me, dicens: 7 Ecce Hanameel filius Sellum, patruelis tuus, veniet ad te, dicens : Eme tibi agrum meum qui est in Anathoth, tibi enim competit ex propinquitate ut emas. 8 Et venit ad me Hanameel filius patrui mei, secundum verbum Domini, ad vestibulum carceris, et ait ad me : Posside agrum meum qui est in Anathoth, in terra Benjamin, quia tibi competit hæreditas, et tu propinquus es ut possideas. Intellexi autem quod verbum Domini esset: 9 et emi agrum ab Hanameel filio patrui mei, qui est in Anathoth, et appendi ei argentum : septem stateres, et decem argenteos. 10 Et scripsi in libro, et signavi, et adhibui testes, et appendi argentum in statera. 11 Et accepi librum possessionis signatum, et stipulationes, et rata, et signa forinsecus: 12 et dedi librum possessionis Baruch filio Neri filii Maasiæ, in oculis Hanameel patruelis mei, in oculis testium qui scripti erant in libro emptionis, et in oculis omnium Judæorum qui sedebant in atrio carceris. 13 Et præcepi Baruch coram eis, dicens: 14 Hæc dicit Dominus exercituum, Deus Israël : Sume libros istos, librum emptionis hunc signatum, et librum hunc qui apertus est, et pone illos in vase fictili, ut permanere possint diebus multis: 15 hæc enim dicit Dominus exercituum, Deus Israël : Adhuc possidebuntur domus, et agri, et vineæ in terra ista.
16 καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων 17 ὦ κύριε σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν 18 ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ' αὐτούς ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρός 19 κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ 20 ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη 21 καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις 22 καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν γῆν ῥέουσαν γάλα καὶ μέλι 23 καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν ἅπαντα ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα 24 ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ ὡς ἐλάλησας οὕτως ἐγένετο 25 καὶ σὺ λέγεις πρός με κτῆσαι σεαυτῷ ἀγρὸν ἀργυρίου καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων 26 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 27 ἐγὼ κύριος ὁ θεὸς πάσης σαρκός μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι 28 διὰ τοῦτο οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν 29 καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βααλ καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με 30 ὅτι ἦσαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ' ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν 31 ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη ἀφ' ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου 32 διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ισραηλ καὶ Ιουδα ὧν ἐποίησαν πικρᾶναί με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ 33 καὶ ἐπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα καὶ οὐκ ἤκουσαν ἐπιλαβεῖν παιδείαν 34 καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτῷ ἐν ἀκαθαρσίαις αὐτῶν 35 καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βααλ τοὺς ἐν φάραγγι υἱοῦ Εννομ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῖ ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ιουδαν 36 καὶ νῦν οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν πόλιν ἣν σὺ λέγεις παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ 37 ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας 38 καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν 39 καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ' αὐτούς 40 καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ' ἐμοῦ 41 καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ 42 ὅτι οὕτως εἶπεν κύριος καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα οὕτως ἐγὼ ἐπάξω ἐπ' αὐτοὺς πάντα τὰ ἀγαθά ἃ ἐλάλησα ἐπ' αὐτούς 43 καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ ᾗ σὺ λέγεις ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων 44 καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμιν καὶ κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν τοῦ ὄρους καὶ ἐν πόλεσιν τῆς Σεφηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν 16 And after I had delivered the deed of purchase to Baruch the son of Neri, I prayed to the Lord, saying: 17 Alas, alas, alas, O Lord God, behold you have made heaven and earth by your great power, and your stretched out arm: no word shall be hard to you: 18 You show mercy unto thousands, and return the iniquity of the fathers into the bosom of their children after them: O most mighty, great, and powerful, the Lord of hosts is your name. 19 Great in counsel, and incomprehensible in thought: whose eyes are open upon all the ways of the children of Adam, to render unto every one according to his ways, and according to the fruit of his devices. 20 Who have set signs and wonders in the land of Egypt even until this day, and in Israel, and amongst men, and have made you a name as at this day. 21 And have brought forth your people Israel, out of the land of Egypt with signs, and with wonders, and with a strong hand, and a stretched out arm, and with great terror. 22 And have given them this land which you swore to their fathers, to give them a land flowing with milk and honey. 23 And they came in, and possessed it: but they obeyed not your voice, and they walked not in your law: and they did not any of those things that you commanded them to do, and all these evils have come upon them. 24 Behold works are built up against the city to take it: and the city is given into the hands of the Chaldeans, who fight against it, by the sword, and the famine, and the pestilence: and what you have spoken, is all come to pass, as you yourself see. 25 And say to me, O Lord God: Buy a field for money, and take witnesses, whereas the city is given into the hands of the Chaldeans? 26 And the word of the Lord came to Jeremias, saying: 27 Behold I am the Lord the God of all flesh: shall anything be hard for me? 28 Therefore thus says the Lord: Behold I will deliver this city into the hands of the Chaldeans, and into the hands of the king of Babylon, and they shall take it. 29 And the Chaldeans that fight against this city, shall come and set it on fire, and burn it, with the houses upon whose roofs they offered sacrifice to Baal, and poured out drink offerings to strange gods, to provoke me to wrath. 30 For the children of Israel, and the children of Juda, have continually done evil in my eyes from their youth: the children of Israel who even till now provoke me with the work of their hands, says the Lord. 31 For this city has been to me a provocation and indignation from the day that they built it, until this day, in which it shall be taken out of my sight. 32 Because of all the evil of the children of Israel, and of the children of Juda, which they have done, provoking me to wrath, they and their kings, their princes, and their priests, and their prophets, the men of Juda, and the inhabitants of Jerusalem. 33 And they have turned their backs to me, and not their faces: when I taught them early in the morning, and instructed them, and they would not hearken to receive instruction. 34 And they have set their idols in the house, in which my name is called upon, to defile it. 35 And they have built the high places of Baal, which are in the valley of the son of Ennom, to consecrate their sons and their daughters to Moloch: which I commanded them not, neither entered it into my heart, that they should do this abomination, and cause Juda to sin. 36 And now, therefore, thus says the Lord the God of Israel to this city, whereof you say that it shall be delivered into the hands of the king of Babylon by the sword, and by famine, and by pestilence: 37 Behold I will gather them together out of all the lands to which I have cast them out in my anger, and in my wrath, and in my great indignation: and I will bring them again into this place, and will cause them to dwell securely. 38 And they shall be my people, and I will be their God. 39 And I will give them one heart, and one way, that they may fear me all days: and that it may be well with them, and with their children after them. 40 And I will make an everlasting covenant with them, and will not cease to do them good: and I will give my fear in their heart, that they may not revolt from me. 41 And I will rejoice over them, when I shall do them good: and I will plant them in this land in truth, with my whole heart, and with all my soul. 42 For thus says the Lord: As I have brought upon this people all this great evil: so will I bring upon them all the good that I now speak to them. 43 And fields shall be purchased in this land: whereof you say that it is desolate, because there remains neither man nor beast, and it is given into the hands of the Chaldeans. 44 Fields shall be bought for money, and deeds shall be written, and sealed, and witnesses shall be taken, in the land of Benjamin, and round about Jerusalem, in the cities of Juda, and in the cities on the mountains, and in the cities of the plains, and in the cities that are towards the south: for I will bring back their captivity, says the Lord. 16 Et oravi ad Dominum, postquam tradidi librum possessionis Baruch filio Neri, dicens: 17 Heu! heu! heu! Domine Deus, ecce tu fecisti cælum et terram in fortitudine tua magna, et in brachio tuo extento : non erit tibi difficile omne verbum : 18 qui facis misericordiam in millibus, et reddis iniquitatem patrum in sinum filiorum eorum post eos : fortissime, magne, et potens, Dominus exercituum nomen tibi. 19 Magnus consilio, et incomprehensibilis cogitatu : cujus oculi aperti sunt super omnes vias filiorum Adam, ut reddas unicuique secundum vias suas, et secundum fructum adinventionum ejus. 20 Qui posuisti signa et portenta in terra Ægypti usque ad diem hanc, et in Israël, et in hominibus, et fecisti tibi nomen sicut est dies hæc. 21 Et eduxisti populum tuum Israël de terra Ægypti, in signis et in portentis, et in manu robusta et in brachio extento, et in terrore magno : 22 et dedisti eis terram hanc, quam jurasti patribus eorum ut dares eis, terram fluentem lacte et melle. 23 Et ingressi sunt, et possederunt eam, et non obedierunt voci tuæ, et in lege tua non ambulaverunt : omnia quæ mandasti eis ut facerent non fecerunt, et evenerunt eis omnia mala hæc. 24 Ecce munitiones exstructæ sunt adversum civitatem ut capiatur, et urbs data est in manus Chaldæorum qui præliantur adversus eam, a facie gladii, et famis, et pestilentiæ : et quæcumque locutus es, acciderunt, ut tu ipse cernis. 25 Et tu dicis mihi, Domine Deus : Eme agrum argento, et adhibe testes, cum urbs data sit in manus Chaldæorum? 26 Et factum est verbum Domini ad Jeremiam, dicens: 27 Ecce ego Dominus Deus universæ carnis : numquid mihi difficile erit omne verbum? 28 Propterea hæc dicit Dominus : Ecce ego tradam civitatem istam in manus Chaldæorum, et in manus regis Babylonis, et capient eam. 29 Et venient Chaldæi præliantes adversum urbem hanc, et succendent eam igni, et comburent eam, et domos in quarum domatibus sacrificabant Baal, et libabant diis alienis libamina ad irritandum me. 30 Erant enim filii Israël et filii Juda jugiter facientes malum in oculis meis ab adolescentia sua : filii Israël, qui usque nunc exacerbant me in opere manuum suarum, dicit Dominus. 31 Quia in furore et in indignatione mea facta est mihi civitas hæc, a die qua ædificaverunt eam usque ad diem istam qua auferetur de conspectu meo, 32 propter malitiam filiorum Israël et filiorum Juda, quam fecerunt ad iracundiam me provocantes, ipsi et reges eorum, principes eorum, et sacerdotes eorum, et prophetæ eorum, viri Juda et habitatores Jerusalem. 33 Et verterunt ad me terga, et non facies, cum docerem eos diluculo et erudirem, et nollent audire, ut acciperent disciplinam. 34 Et posuerunt idola sua in domo in qua invocatum est nomen meum, ut polluerent eam. 35 Et ædificaverunt excelsa Baal quæ sunt in valle filii Ennom, ut initiarent filios suos et filias suas Moloch, quod non mandavi eis, nec ascendit in cor meum ut facerent abominationem hanc : et in peccatum deducerent Judam. 36 Et nunc propter ista, hæc dicit Dominus Deus Israël ad civitatem hanc, de qua vos dicitis quod tradetur in manus regis Babylonis, in gladio, et in fame, et in peste : 37 Ecce ego congregabo eos de universis terris ad quas ejeci eos in furore meo, et in ira mea, et in indignatione grandi : et reducam eos ad locum istum, et habitare eos faciam confidenter : 38 et erunt mihi in populum, et ego ero eis in Deum. 39 Et dabo eis cor unum, et viam unam, ut timeant me universis diebus, et bene sit eis, et filiis eorum post eos. 40 Et feriam eis pactum sempiternum, et non desinam eis benefacere : et timorem meum dabo in corde eorum, ut non recedant a me. 41 Et lætabor super eis, cum bene eis fecero : et plantabo eos in terra ista in veritate, in toto corde meo et in tota anima mea. 42 Quia hæc dicit Dominus : Sicut adduxi super populum istum omne malum hoc grande, sic adducam super eos omne bonum quod ego loquor ad eos. 43 Et possidebuntur agri in terra ista, de qua vos dicitis quod deserta sit, eo quod non remanserit homo et jumentum, et data sit in manus Chaldæorum. 44 Agri ementur pecunia, et scribentur in libro, et imprimetur signum, et testis adhibebitur, in terra Benjamin et in circuitu Jerusalem, in civitatibus Juda, et in civitatibus montanis, et in civitatibus campestribus, et in civitatibus quæ ad austrum sunt, quia convertam captivitatem eorum, ait Dominus.
 PreviousNext 

Copyright © 2009 by Kevin Knight. Dedicated to the Immaculate Heart of Mary.