| OLD TESTAMENT | NEW TESTAMENT | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| The 7 Books | Old Testament History | Wisdom Books | Major Prophets | Minor Prophets | NT History | Epistles of St. Paul | General Writings | |||
| Genesis Exodus Leviticus Numbers Deuter. Joshua Judges | Ruth 1 Samuel 2 Samuel 1 Kings 2 Kings 1 Chron. 2 Chron. | Ezra Nehem. Tobit Judith Esther 1 Macc. 2 Macc. | Job Psalms Proverbs Eccles. Songs Wisdom Sirach | Isaiah Jeremiah Lament. Baruch Ezekiel Daniel | Hosea Joel Amos Obadiah Jonah Micah | Nahum Habakkuk Zephaniah Haggai Zechariah Malachi | Matthew Mark Luke John Acts | Romans 1 Corinth. 2 Corinth. Galatians Ephesians Philippians Colossians | 1 Thess. 2 Thess. 1 Timothy 2 Timothy Titus Philemon Hebrews | James 1 Peter 2 Peter 1 John 2 John 3 John Jude Revelation |
| 1 λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα | 1 The word that the Lord has spoken against Babylon, and against the land of the Chaldeans in the hand of Jeremiah the prophet. | 1 Verbum quod locutus est Dominus de Babylone et de terra Chaldæorum, in manu Jeremiæ prophetæ. |
| 2 ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν Βαβυλών κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ 3 ὅτι ἀνέβη ἐπ' αὐτὴν ἔθνος ἀπὸ βορρᾶ οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους 4 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες 5 ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται 6 πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο ἐπελάθοντο κοίτης αὐτῶν 7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτῶν εἶπαν μὴ ἀνῶμεν αὐτούς ἀνθ' ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν 8 ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων 9 ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ καὶ παρατάξονται αὐτῇ ἐκεῖθεν ἁλώσεται ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή 10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται 11 ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτᾶτε ὡς βοΐδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι 12 ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα μήτηρ ἐπ' ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος 13 ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς 14 παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ πάντες τείνοντες τόξον τοξεύσατε ἐπ' αὐτήν μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν 15 κατακροτήσατε ἐπ' αὐτήν παρελύθησαν αἱ χεῖρες αὐτῆς ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστιν ἐκδικεῖτε ἐπ' αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτῇ 16 ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται 17 πρόβατον πλανώμενον Ισραηλ λέοντες ἐξῶσαν αὐτόν ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος 18 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ 19 καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τῷ Γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ 20 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ καὶ οὐχ ὑπάρξει καὶ τὰς ἁμαρτίας Ιουδα καὶ οὐ μὴ εὑρεθῶσιν ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς λέγει κύριος 21 πικρῶς ἐπίβηθι ἐπ' αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ' αὐτήν ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον λέγει κύριος καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι 22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων 23 πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν 24 ἐπιθήσονταί σοι καὶ ἁλώσῃ ὦ Βαβυλών καὶ οὐ γνώσῃ εὑρέθης καὶ ἐλήμφθης ὅτι τῷ κυρίῳ ἀντέστης 25 ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων 26 ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν μὴ γενέσθω αὐτῆς κατάλειμμα 27 ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς καὶ καταβήτωσαν εἰς σφαγήν οὐαὶ αὐτοῖς ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν 28 φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεοῦ ἡμῶν 29 παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς παντὶ ἐντείνοντι τόξον παρεμβάλετε ἐπ' αὐτὴν κυκλόθεν μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον τοῦ Ισραηλ 30 διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται εἶπεν κύριος 31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν λέγει κύριος ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου 32 καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς 33 τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς 34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός κύριος παντοκράτωρ ὄνομα αὐτῷ κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ ὅπως ἐξάρῃ τὴν γῆν καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα 35 μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς 36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς καὶ παραλυθήσονται 37 μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς καὶ ἔσονται ὡσεὶ γυναῖκες μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς καὶ διασκορπισθήσονται 38 ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται ὅτι γῆ τῶν γλυπτῶν ἐστιν καὶ ἐν ταῖς νήσοις οὗ κατεκαυχῶντο 39 διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα 40 καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς εἶπεν κύριος οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου 41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ' ἐσχάτου τῆς γῆς 42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει ἐφ' ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ θύγατερ Βαβυλῶνος 43 ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ θλῖψις κατεκράτησεν αὐτοῦ ὠδῖνες ὡς τικτούσης 44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ' αὐτῆς καὶ πάντα νεανίσκον ἐπ' αὐτὴν ἐπιστήσω ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου 45 διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα καὶ λογισμοὺς αὐτοῦ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ' αὐτῶν 46 ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται | 2 Declare among the nations, and publish it, lift up a standard: proclaim, and conceal it not: say: Babylon is taken, Bel is confounded, Merodach is overthrown, their graven things are confounded, their idols are overthrown. 3 For a nation has come up against her out of the north, which shall make her land desolate: and there shall be none to dwell therein, from man even to beast: yea they are removed, and gone away. 4 In those days, and at that time, says the Lord, the children of Israel shall come, they and the children of Juda together: going and weeping they shall make haste, and shall seek the Lord their God. 5 They shall ask the way to Sion, their faces are hitherward. They shall come, and shall be joined to the Lord by an everlasting covenant, which shall never be forgotten. 6 My people have been a lost flock, their shepherds have caused them to go astray, and have made them wander in the mountains: they have gone from mountain to hill, they have forgotten their resting place. 7 All that found them, have devoured them: and their enemies said: We have not sinned in so doing: because they have sinned against the Lord the beauty of justice, and against the Lord the hope of their fathers. 8 Remove out of the midst of Babylon, and go forth out of the land of the Chaldeans: and be as kids at the head of the flock. 9 For behold I raise up, and will bring against Babylon an assembly of great nations from the land of the north: and they shall be prepared against her, and from thence she shall be taken: their arrows, like those of a mighty man, a destroyer, shall not return in vain. 10 And Chaldea shall be made a prey: all that waste her shall be filled, says the Lord. 11 Because you rejoice, and speak great things, pillaging my inheritance: because you are spread abroad as calves upon the grass, and have bellowed as bulls. 12 Your mother is confounded exceedingly, and she that bore you is made even with the dust: behold she shall be the last among the nations, a wilderness unpassable, and dry. 13 Because of the wrath of the Lord it shall not be inhabited, but shall be wholly desolate: every one that shall pass by Babylon, shall be astonished, and shall hiss at all her plagues. 14 Prepare yourselves against Babylon round about, all you that bend the bow: fight against her, spare not arrows: because she has sinned against the Lord. 15 Shout against her, she has every where given her hand, her foundations are fallen, her walls are thrown down, for it is the vengeance of the Lord. Take vengeance upon her: as she has done, so do to her. 16 Destroy the sower out of Babylon, and him that holds the sickle in the time of harvest: for fear of the sword of the dove every man shall return to his people, and every one shall flee to his own land. 17 Israel is a scattered flock, the lions have driven him away: first the king of Assyria devoured him: and last this Nabuchodonosor king of Babylon has broken his bones. 18 Therefore thus says the Lord of hosts the God of Israel: Behold I will visit the king of Babylon and his land, as I have visited the king of Assyria. 19 And I will bring Israel again to his habitation: and he shall feed on Carmel, and Bason, and his soul shall be satisfied in mount Ephraim, and Galaad. 20 In those days, and at that time, says the Lord, the iniquity of Israel shall be sought for, and there shall be none: and the sin of Juda, and there shall none be found: for I will be merciful to them, whom I shall leave. 21 Go up against the land of the rulers, and punish the inhabitants thereof, waste, and destroy all behind them, says the Lord: and do according to all that I have commanded you. 22 A noise of war in the land, and a great destruction. 23 How is the hammer of the whole earth broken, and destroyed! how is Babylon turned into a desert among the nations! 24 I have caused you to fall into a snare, and you are taken, O Babylon, and you were not aware of it: you are found and caught, because you have provoked the Lord. 25 The Lord has opened his armoury, and has brought forth the weapons of his wrath: for the Lord the God of hosts has a work to be done in the land of the Chaldeans. 26 Come against her from the uttermost borders: open that they may go forth that shall tread her down: take the stones out of the way, and make heaps, and destroy her: and let nothing of her be left. 27 Destroy all her valiant men, let them go down to the slaughter: woe to them, for their day has come, the time of their visitation. 28 The voice of them that flee, and of them that have escaped out of the land of Babylon: to declare in Sion the revenge of the Lord our God, the revenge of his temple. 29 Declare to many against Babylon, to all that bend the bow: stand together against her round about, and let none escape; pay her according to her work: according to all that she has done, do to her: for she has lifted up herself against the Lord, against the Holy One of Israel. 30 Therefore shall her young men fall in her streets: and all her men of war shall hold their peace in that day, says the Lord. 31 Behold I come against you, O proud one, says the Lord the God of hosts: for your day has come, the time of your visitation. 32 And the proud one shall fall, he shall fall down, and there shall be none to lift him up: and I will kindle a fire in his cities, and it shall devour all round about him. 33 Thus says the Lord of hosts: The children of Israel, and the children of Juda are oppressed together: all that have taken them captives, hold them fast, they will not let them go. 34 Their redeemer is strong, the Lord of hosts is his name: he will defend their cause in judgment, to terrify the land, and to disquiet the inhabitants of Babylon. 35 A sword is upon the Chaldeans, says the Lord, and upon the inhabitants of Babylon, and upon her princes, and upon her wise men. 36 A sword upon her diviners, and they shall be foolish: a sword upon her valiant ones, and they shall be dismayed. 37 A sword upon their horses, and upon their chariots, and upon all the people that are in the midst of her: and they shall become as women: a sword upon her treasures, and they shall be made a spoil. 38 A drought upon her waters, and they shall be dried up: because it is a land of idols, and they glory in monstrous things. 39 Therefore shall dragons dwell there with the fig fauns: and ostriches shall dwell therein, and it shall be no more inhabited for ever, neither shall it be built up from generation to generation. 40 As the Lord overthrew Sodom and Gomorrha, and their neighbour cities, says the Lord: no man shall dwell there, neither shall the son of man inhabit it. 41 Behold a people comes from the north, and a great nation, and many kings shall rise from the ends of the earth. 42 They shall take the bow and the shield: they are cruel and unmerciful: their voice shall roar like the sea, and they shall ride upon horses: like a man prepared for battle against you, O daughter of Babylon. 43 The king of Babylon has heard the report of them, and his hands are grown feeble: anguish has taken hold of him, pangs as a woman in labour. 44 Behold he shall come up like a lion from the swelling of the Jordan to the strong and beautiful: for I will make him run suddenly upon her: and who shall be the chosen one whom I may appoint over her? For who is like to me? And who shall bear up against me? And who is that shepherd that can withstand my countenance? 45 Therefore hear the counsel of the Lord, which he has taken against Babylon: and his thoughts which he has thought against the land of the Chaldeans: surely the little ones of the flocks shall pull them down, of a truth their habitation shall be destroyed with them. 46 At the noise of the taking of Babylon the earth is moved, and the cry is heard amongst the nations. | 2 Annuntiate in gentibus, et auditum facite : levate signum, prædicate, et nolite celare : dicite : Capta est Babylon, confusus est Bel, victus est Merodach, confusa sunt sculptilia ejus, superata sunt idola eorum. 3 Quoniam ascendit contra eam gens ab aquilone, quæ ponet terram ejus in solitudinem, et non erit qui habitet in ea ab homine usque ad pecus : et moti sunt, et abierunt. 4 In diebus illis, et in tempore illo, ait Dominus, venient filii Israël ipsi et filii Juda simul : ambulantes et flentes properabunt, et Dominum Deum suum quærent : 5 in Sion interrogabunt viam, huc facies eorum : venient, et apponentur ad Dominum fœdere sempiterno, quod nulla oblivione delebitur. 6 Grex perditus factus est populus meus : pastores eorum seduxerunt eos, feceruntque vagari in montibus : de monte in collem transierunt; obliti sunt cubilis sui. 7 Omnes qui invenerunt comederunt eos, et hostes eorum dixerunt : Non peccavimus : pro eo quod peccaverunt Domino decori justitiæ, et exspectationi patrum eorum Domino. 8 Recedite de medio Babylonis, et de terra Chaldæorum egredimini, et estote quasi hædi ante gregem. 9 Quoniam ecce ego suscito, et adducam in Babylonem congregationem gentium magnarum de terra aquilonis, et præparabuntur adversus eam, et inde capietur : sagitta ejus quasi viri fortis interfectoris : non revertetur vacua. 10 Et erit Chaldæa in prædam : omnes vastantes eam replebuntur, ait Dominus. 11 Quoniam exsultatis, et magna loquimini, diripientes hæreditatem meam : quoniam effusi estis sicut vituli super herbam, et mugistis sicut tauri : 12 confusa est mater vestra nimis, et adæquata pulveri, quæ genuit vos : ecce novissima erit in gentibus, deserta, invia, et arens. 13 Ab ira Domini non habitabitur, sed redigetur tota in solitudinem : omnis qui transibit per Babylonem stupebit, et sibilabit super universis plagis ejus. 14 Præparamini contra Babylonem per circuitum, omnes qui tenditis arcum : debellate eam, non parcatis jaculis, quia Domino peccavit. 15 Clamate adversus eam, ubique dedit manum : ceciderunt fundamenta ejus, destructi sunt muri ejus, quoniam ultio Domini est : ultionem accipite de ea : sicut fecit, facite ei. 16 Disperdite satorem de Babylone, et tenentem falcem in tempore messis : a facie gladii columbæ unusquisque ad populum suum convertetur, et singuli ad terram suam fugient. 17 Grex dispersus Israël : leones ejecerunt eum. Primus comedit eum rex Assur : iste novissimus exossavit eum Nabuchodonosor rex Babylonis. 18 Propterea hæc dicit Dominus exercituum, Deus Israël : Ecce ego visitabo regem Babylonis et terram ejus, sicut visitavi regem Assur : 19 et reducam Israël ad habitaculum suum : et pascetur Carmelum et Basan, et in monte Ephraim et Galaad saturabitur anima ejus. 20 In diebus illis, et in tempore illo, ait Dominus, quæretur iniquitas Israël, et non erit, et peccatum Juda, et non invenietur : quoniam propitius ero eis quos reliquero. 21 Super terram dominantium ascende, et super habitatores ejus visita : dissipa, et interfice quæ post eos sunt, ait Dominus, et fac juxta omnia quæ præcepi tibi. 22 Vox belli in terra, et contritio magna. 23 Quomodo confractus est et contritus malleus universæ terræ? quomodo versa est in desertum Babylon in gentibus? 24 Illaqueavi te, et capta es, Babylon, et nesciebas : inventa es et apprehensa, quoniam Dominum provocasti. 25 Aperuit Dominus thesaurum suum, et protulit vasa iræ suæ, quoniam opus est Domino Deo exercituum, in terra Chaldæorum. 26 Venite ad eam ab extremis finibus; aperite ut exeant qui conculcent eam : tollite de via lapides, et redigite in acervos : et interficite eam, nec sit quidquam reliquum. 27 Dissipate universos fortes ejus : descendant in occisionem : væ eis, quia venit dies eorum, tempus visitationis eorum! 28 Vox fugientium, et eorum qui evaserunt de terra Babylonis, ut annuntient in Sion ultionem Domini Dei nostri, ultionem templi ejus. 29 Annuntiate in Babylonem plurimis, omnibus qui tendunt arcum : consistite adversus eam per gyrum, et nullus evadat : reddite ei secundum opus suum : juxta omnia quæ fecit, facite illi, quia contra Dominum erecta est, adversum Sanctum Israël. 30 Idcirco cadent juvenes ejus in plateis ejus, et omnes viri bellatores ejus conticescent in die illa, ait Dominus. 31 Ecce ego ad te, superbe! dicit Dominus Deus exercituum : quia venit dies tuus, tempus visitationis tuæ. 32 Et cadet superbus, et corruet, et non erit qui suscitet eum : et succendam ignem in urbibus ejus, et devorabit omnia in circuitu ejus. 33 Hæc dicit Dominus exercituum : Calumniam sustinent filii Israël, et filii Juda simul : omnes qui ceperunt eos, tenent : nolunt dimittere eos. 34 Redemptor eorum fortis, Dominus exercituum nomen ejus : judicio defendet causam eorum, ut exterreat terram, et commoveat habitatores Babylonis. 35 Gladius ad Chaldæos, ait Dominus, et ad habitatores Babylonis, et ad principes, et ad sapientes ejus. 36 Gladius ad divinos ejus, qui stulti erunt : gladius ad fortes illius, qui timebunt. 37 Gladius ad equos ejus, et ad currus ejus, et ad omne vulgus quod est in medio ejus : et erunt quasi mulieres : gladius ad thesauros ejus, qui diripientur. 38 Siccitas super aquas ejus erit, et arescent, quia terra sculptilium est, et in portentis gloriantur. 39 Propterea habitabunt dracones cum faunis ficariis, et habitabunt in ea struthiones : et non inhabitabitur ultra usque in sempiternum, nec exstruetur usque ad generationem et generationem. 40 Sicut subvertit Dominus Sodomam et Gomorrham, et vicinas ejus, ait Dominus, non habitabit ibi vir, et non incolet eam filius hominis. 41 Ecce populus venit ab aquilone, et gens magna, et reges multi consurgent a finibus terræ. 42 Arcum et scutum apprehendent : crudeles sunt, et immisericordes : vox eorum quasi mare sonabit, et super equos ascendent, sicut vir paratus ad prælium contra te, filia Babylon. 43 Audivit rex Babylonis famam eorum, et dissolutæ sunt manus ejus : angustia apprehendit eum, dolor quasi parturientem. 44 Ecce quasi leo ascendet, de superbia Jordanis ad pulchritudinem robustam, quia subito currere faciam eum ad illam. Et quis erit electus, quem præponam ei? quis est enim similis mei? et quis sustinebit me? et quis est iste pastor, qui resistat vultui meo? 45 Propterea audite consilium Domini quod mente concepit adversum Babylonem, et cogitationes ejus quas cogitavit super terram Chaldæorum : nisi detraxerint eos parvuli gregum, nisi dissipatum fuerit cum ipsis habitaculum eorum. 46 A voce captivitatis Babylonis commota est terra, et clamor inter gentes auditus est. |